1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

96

οὔτε καταδικάζοντός ἐστιν, οὔτε σιωπῶντος. Οὐδ' ἕτερον γὰρ ἀσφαλὲς, οὔτε τὸ 95.760 εἰπεῖν φανερῶς, οὔτε τὸ κρύψαι διηνεκῶς· καὶ τῇ μνήμῃ δὲ τῆς ἱστορίας, εἰς φόβον αὐτοὺς ἐμβάλλει πολύν. Ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν Χριστόν. ∆είκνυσιν ὡς ἀπλάστου καὶ ἀφελοῦς ψυχῆς δεῖται ἡ πίστις. Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύττει, ὃν οὐκ ἐκηρύξαμεν. ∆είκνυσιν ἐνταῦθα οὐχὶ Κορινθίους ὄντας τοὺς ἀπατῶντας, ἀλλ' ἔξωθεν προσφερομένους αὐτοῖς. Τοῦτο δέ, φησιν, ἐπειδὴ ἐκόμπαζον ἐκεῖνοι ὡς ἀτελῶς τῶν ἀποστόλων διδασκόντων, ὡς αὐτοὶ πλεῖόν τι εἰσφέροντες ἐν οἷς ἔλεγον. Ἐπειδὴ οὖν πλείονα εἰρηκὼς αὐτοὺς κομπάζειν τῇ ἔξωθεν σοφίᾳ ἀποχρησαμένους, τοῦτό φησιν, ὅτι εἰ μέν τι τελειότερον ἔλεγον οὗτοι, καὶ ἕτερον ἐκήρυττον Ἰησοῦν, ὃν οὐ κηρυχθῆναι ἔδει, ἡμεῖς δὲ παρελείψαμεν, καλῶς ἂν εἴχεσθε. ∆ιὰ γὰρ τοῦτο προσέθηκεν, ὃν οὐκ ἐκηρύξαμεν. Εἰ δὲ τὰ αὐτὰ κεφάλαια τῆς πίστεως, τί τὸ πλέον; Ὅσα γὰρ ἂν εἴπωσιν, οὐδὲν πλέον ἐροῦσιν ὧν ἡμεῖς εἰρήκαμεν. Ἢ Πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε. Τουτέστι, πλουσιωτέρους ὑμᾶς ποιῆσαι κατὰ τὴν χάριν. Ἢ Εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε, καλῶς ἂν εἴχεσθε. Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν ἀποστόλων. Οὐδὲ τοῦτο πάλιν τῆς κομψείας ἐκείνων ἐδεῖτο. Οὐδὲν οὖν, φησὶ, τελειότερον παρ' αὐτῶν εἰσενήνεκται. Εἴτε γὰρ Ἰησοῦν κηρύσσωσιν, ἐκηρύξαμεν· εἴτε ἕτερον Πνεῦμα, εἰπὼν, προσέθηκεν, ὃ οὐκ ἐλάβετε· Ἢ Εὐαγγέλιον ἕτερον πάλιν, εἰπὼν, προσέθηκεν, ὃ οὐκ ἐδέξασθε, διὰ πάντων δηλῶν, ὅτι οὐχ ἁπλῶς, εἰ πλεῖόν τι λέγουσι, προσέχειν δεῖ· ἀλλ' εἴ τι πλέον ἔλεγον ὃ λεχθῆναι ἔδει, καὶ παρ' ἡμῶν παρελείφθη. Εἰ δὲ οὐκ ἔδει, διὰ τοῦτο οὐδὲ παρ' ἡμῶν εἴρηται· τί τοίνυν τοιαῦτα λέγοντας πρὸς ἐκείνους κεχήνατε; Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Ἐπειδὴ μεγάλα ἐκόμπαζον ἐκεῖνοι ἐπὶ σοφίᾳ Ἑλληνικῇ, τοῦτο οὕτω τίθησι, δεικνὺς ὅτι οὐκ αἰσχύνεται τοῦτο, ἀλλὰ καὶ ἐγκαλλωπίζεται. Οὐδενὸς γὰρ ἡγεῖται ἀξίαν λόγου τὴν ἔξω σοφίαν, ἀλλὰ καὶ μωρίαν. Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς. ∆ιαβάλλει τοὺς ψευδαποστόλους, ὡς ἐν πανουργίᾳ περιπατοῦντας. Ἢ ἁμαρτίαν ἐποίησα, ἐμαυτὸν ταπεινῶν, ἵνα 95.761 ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ Εὐαγγέλιον 95.761 εὐηγγελισάμην ὑμῖν; Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν. Καὶ παρὼν πρὸς ὑμᾶς, καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐθενός. Τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ, ἐλθόντες ἀπὸ Μακεδονίας, καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα, καὶ τηρήσω. Ὃ λέγει τοιοῦτόν ἐστιν· Ἐν στενοχωρίᾳ διῆγον καὶ πενίᾳ ἐσχάτῃ, παρ' ὑμῖν ὢν, καὶ κηρύττων ὑμῖν τὸν λόγον. Τοῦτο οὖν μοι ἔχετε ἐγκαλεῖν, καὶ τοῦτο ἥμαρτον, ὅτι εἱλόμην ἐμαυτὸν θλίψαι, ἵνα ὑμεῖς ὠφεληθῆτε. Τοῦτο γάρ ἐστι τὸ, ὑψωθῆτε. Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί. Μὴ νομίσητε, φησὶν, ὅτι διὰ τοῦτο εἶπον ἵνα λάβω. Ἔστι γὰρ, φησὶν, ἀλήθεια ἐν ἐμοί. Ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. ∆ιὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδεν. Ὃ δὲ ποιῶ, καὶ ποιήσω. Καύχησιν δὲ τὸ πρᾶγμα καλεῖ. Ἵνα δὲ ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν· ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. Ἐπειδὴ γὰρ τοῦτο ἐσπούδαζον ἐκεῖνοι, λαβήν τινα εὑρεῖν κατ' αὐτοῦ ὡς φιλοχρημάτου, καὶ ταύτην ἀναιρεῖν ἐσπούδαζεν. Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. ∆ιὰ τοῦτο, φησὶ, ψευδαποστόλους καλῶ, ὅτι τοιαῦτα ὑποκρίνονται πάντα, ἵνα ἀπατήσωσιν. Ἐπειδὴ γὰρ ἴσασιν, ὅτι ἑτέρως οὐκ ἂν γένοιντο εὐπαράδεκτοι, τὸ πρόσωπον λαμβάνουσι τῆς ἀληθείας, ἵνα τὸ δράμα τῆς πλάνης ὑποκρίνωνται, καὶ χρήματα φάσκουσι μὴ λαμβάνειν, ἵνα πλείονα λάβωσιν. Οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται. Ἄγγελον φωτὸς, τὸν παῤῥησίαν ἔχοντα ἄγγελον λέγει. Εἰσὶ γὰρ ἄγγελοι σκότους οὗτοι, οἱ τοῦ διαβόλου. Ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν. Ὅπερ ἡμεῖς ἐσμεν, φησὶν, οἱ τὸ