1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

88

βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ ἴδια τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Ἐπειδὴ οὐχ οὕτω διεγείρει τὸν ἀκροατὴν ἡ τῶν ἀγαθῶν δόσις, ὡς ἡ τῶν κολάσεων ἀπειλὴ, ἀναγκαίως ἐνταῦθα καταπαύει τὸν λόγον. Καὶ πάλιν ἐνταῦθα φοβῶν, οὐ χωρὶς τὸν Χριστὸν τέθεικε. Ταῦτα δὲ λέγων, καὶ τοὺς κεκμηκότας καὶ ἐλαυνομένους ἀνίστησι ταῖς ἐλπίσι, καὶ τοὺς ἀναπεπτωκότας σπουδαιοτέρους τῷ φόβῳ ποιεῖ. Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα. Ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. Τὸ δικαστήριον ἐκεῖνο τὸ φοβερὸν γινώσκοντες, φησὶ, πάντα πράττωμεν ὥστε μὴ δοῦναι λαβὴν, οὔτε πρόσκομμα. Οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὸ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχετε πρὸς τούς. Ὅρα πῶς συνεχῶς διορθοῦται τὴν τοῦ δοκεῖν ἐγκωμιάζειν ἑαυτὸν ὑπόνοιαν. Ἐν προσώπῳ καυχωμένους, καὶ οὐ καρδίᾳ. Τουτέστιν, ἐν τοῖς ὁρωμένοις, καὶ πρὸς ἐπίδειξιν. 95.733 Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. Εἴτε τι, φησὶν, μέγα φθεγξώμεθα, διὰ τὸν Θεὸν τοῦτο ποιοῦμεν, ἵνα μὴ ὑμεῖς νομίζοντες ἡμᾶς εὐτελεῖς καταφρονήσητε, καὶ ἀπόλησθε. Εἴτε μέτριον καὶ ταπεινὸν, δι' ὑμᾶς, ἵνα μάθητε ταπεινοφρονεῖν. Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, Οὐ γὰρ ὁ τῶν μελλόντων μόνον φόβος, φησὶν, ἀλλὰ καὶ τὰ ἤδη γενόμενα, οὐκ ἀφίησιν ἡμᾶς ῥᾳθυμῆσαι, οὐδὲ ὑπνῶσαι, ἀλλὰ διανίστησιν εἰς τοὺς ὑπὲρ ἡμῶν πόνους. Ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον. Καὶ ὑπὲρ πάντων ἀπέθανεν. Τίνα ἐστὶ τὰ ἤδη γεγενημένα λέγει. Ταῦτα δέ ἐστιν ὁ θάνατος τοῦ Χριστοῦ. Σπουδάσωμεν οὖν, φησὶν, ἕως ἐσμὲν ἐν τῷ παρόντι βίῳ, πάντας εἰσαγαγεῖν ὑπὲρ ὧν ἐκεῖνος ἀπέθανεν. Ἐνταῦθα γάρ εἰσιν αἱ τῆς σωτηρίας ἀφορμαὶ, ἐκεῖ δὲ οὐκέτι. Ἵνα οἱ ζῶντες, μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι. Εἰ τοίνυν, φησὶν, οὐκέτι δεῖ ἡμᾶς ἑαυτοῖς ζῇν, μὴ ταράττεσθε, φησὶν, μηδὲ θορυβεῖσθε ὑπὲρ αὐτῶν. Ὅρα δὲ τὴν ὑπερβολὴν, φησὶν, ὅτι ἡμεῖς μὲν δι' αὐτῶν ζῶμεν, αὐτὸς δὲ δι' ἡμᾶς ἀπέθανεν. Ὥστε ὑμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα. Ἀνέστησαν γὰρ διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου. Οὐδένα οὖν, φησὶν, οἴδαμεν κατὰ σάρκα τῶν πιστῶν. Εἰ γὰρ καὶ ἐν σαρκί εἰσιν, ἀλλ' ἡ ζωὴ ἐκείνη ἡ σαρκικὴ ἀπώλετο, καὶ ἄνωθεν ἐγεννήθημεν πνεύματι. Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Πάλιν αὐτοῦ τούτου, τοῦ ἀναγεννηθῆναι ὑμᾶς ἀρχηγὸν ὄντα τὸν Χριστὸν δείκνυσιν. Ἡμῶν γὰρ τὸ κατὰ σάρκα, τὸ ἐν ἁμαρτίαις· Χριστοῦ δὲ τὸ κατὰ σάρκα, τὸ ἐν πάθεσι γίνεσθαι τῆς φύσεως. Οἷον ἐν τῷ πεινῇν καὶ διψῇν, ἐν τῷ κοπιᾷν, ἐν τῷ καθεύδειν, ἐν οἷς ἦν τὰ ἡμέτερα. Ἁμαρτίαν γὰρ οὐκ ἐποίησε. Τὸ δὲ μὴ κατὰ σάρκα αὐτὸν εἶναι, οὐ τοῦτο λέγει, τὸ ἐκτὸς σαρκὸς αὐτὸν εἶναι. Καὶ γὰρ μετ' αὐτῆς ἀνέβη, κατὰ τὸ εἰρημένον· Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται. Καὶ οὕτω πῶς; ἐν σαρκὶ, καὶ μετὰ τοῦ σώματος, ἀλλὰ τὸ μηκέτι εἶναι αὐτὸν παθητὸν, ὡς εἰρήκαμεν. Ὥστε εἴ τις ἐν Χριστῷ κοινὴ κτίσις. Εἴ τις ἐπίστευσεν αὐτῷ, φησὶν, εἰς ἑτέραν ἀνῆλ 95.736 θεν δημιουργίαν· καὶ γὰρ ἄνωθεν ἐγεννήθη διὰ Πνεύματος, ὥστε καὶ διὰ τοῦτο, φησὶν, ὀφείλομεν αὐτῷ ζῇν, οὐχ ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν μόνον, οὐδ' ὅτι ἀνέστησεν ἡμῶν τὴν ἀπαρχὴν μόνον· ἀλλ' ὅτι καὶ εἰς ἄλλην ἤλθομεν ζωήν. Τὰ ἀρχαῖα παρῆλθεν. Ἰδοὺ γέγονε καινὰ τὰ πάντα. Ἢ τὰ ἁμαρτήματά φησιν, ἢ τὰ Ἰουδαϊκὰ πάντα, μᾶλλον δὲ καὶ ταῦτα κἀκεῖνα λέγει. Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Καὶ γὰρ αὕτη ἡ ἄφεσις τῶν ἁμαρτημάτων, καὶ ἡ ἐλευθερία, καὶ ἡ δόξα ἡ ἄφθαρτος, δι' αὐτοῦ ἡμῖν δεδώρηται. Τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ἀπὸ γὰρ τῆς καταλλαγῆς πάντα ὑμῖν ὑπῆρξε τὰ ἀγαθά· καταλλαγὴ δέ ἐστιν ἡ φιλία. Οὐκοῦν φίλους ἡμᾶς ποιήσας αὐτὸς, καὶ τῶν