1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

113

καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Ταῦτα οὐ νομοθετῶν λέγει, ἀλλὰ συγκαταβαίνων, ὡς ἂν εἰ ἔλεγε· Τὸ καυχᾶσθαι μὲν οὐ καλόν. Εἰ δὲ 95.817 ἄρα βούλῃ, μὴ κατὰ τοῦ πλησίον, ὡς ὁ Φαρισαῖος. Καὶ τοῦτο δὲ συνεχώρησεν, ἵνα τὸ ὅλον κατὰ μικρὸν ἐξέλῃ. Ὁ γὰρ συνεθισθεὶς εἰς ἑαυτὸν μόνον, καὶ μὴ καθ' ἑτέρων, καὶ τοῦτο ταχέως διορθώσεται τὸ ἐλάττωμα. Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. ∆οκεῖ μὲν τιθέναι λογισμὸν κωλύοντα καθ' ἑτέρου καυχᾶσθαι. ∆ιορθοῦται δὲ τὸν καυχώμενον, ὥστε μηδὲ ἐφ' ἑαυτῷ μέγα φρονεῖν, εἰς ἔννοιαν ἀγαγὼν αὐτὸν τῶν οἰκείων ἁμαρτημάτων, καὶ τοῖς ὀνόμασι τοῦ φορτίου πιέζων αὐτοῦ τὸ συνειδός. Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν. Ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον, τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐκκακῶμεν. Ἐνταῦθα περὶ τῶν διδασκάλων πάλιν ὁ λόγος αὐτῷ, ὥστε πολλῆς ἀπολαύειν παρὰ τῶν μαθητευομένων θεραπείας. Τοῦτο καὶ ὁ Χριστὸς ἐνομοθέτησε. Καὶ διὰ τί; ἄκουε. Ἐπειδὴ τὸ διδασκαλικὸν ἀξίωμα πολλάκις κατεφύσα τοὺς ἔχοντας, καταπαίων αὐτῶν τὸ φρόνημα, εἰς ἀνάγκην αὐτοὺς κατέστησε τοῦ δεῖσθαι τῶν μαθητευομένων, κἀκείνους πάλιν εἰς ἀφορμὴν ἤγαγεν τοῦ πρὸς εὐποιίαν εὐκολωτέρους γίνεσθαι, γυμνάζων αὐτοὺς ἡμέρους εἶναι. Φησὶ δὲ, ἐν πᾶσιν ἀγαθοῖς, ὥστε πᾶσαν ἐπιδείκνυσθαι εἰς αὐτοὺς δαψίλειαν. Καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι. Οὐχ ὥσπερ ὁ σαρκικὸς ἄπορος, φησὶ, καὶ ἐν τῷ ἀμητῷ πολὺν ἔχει κόπον, οὕτω καὶ ὁ πνευματικὸς, ἀλλ' ἐν ἀναπαύσει γίνεται πολλῇ. Ἀλλὰ οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως. Τάχος καὶ σπουδὴν περὶ τὴν ἐλεημοσύνην εἰσφέρειν παρακελεύεται. Οὔτε γὰρ πάντοτε τοῦ ἐλεεῖν ἐσμεν κύριοι. Ὅταν γὰρ ἐντεῦθεν ἀπενεχθῶμεν, κἂν μυριάκις βουληθῶμεν, οὐδὲν περαίνομεν πλέον. Τὸ δὲ, πρὸς πάντας, πρὸς ἀντιδιαστολὴν τῆς Ἰουδαϊκῆς ταπεινότητος. Ἐκείνοις μὲν γὰρ τὰ τῆς φιλανθρωπίας ἅπαντα πρὸς τοὺς ὁμοφύλους ἦν. Ἡ δὲ τῆς χάριτος φιλανθρωπία, γῆν ὁμοῦ καὶ θάλατταν ἐπὶ τὴν τῆς ἐλεημοσύνης μετάληψιν καλεῖ, καὶ πλείονα πρὸς τοὺς οἰκείους τὴν σπουδὴν ἐπιδείκνυται. Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Πάντα δέχεσθαι τὸν λόγον αὐτοῦ παραινεῖ, καὶ τὸ μέγεθος τῶν δογμάτων, διὰ τὸ, πηλίκοις, εἰπεῖν, 95.820 κατασημάνας, καὶ τὸ, τῇ ἐμῇ χειρί· καὶ ἄλλο καὶ διὰ τούτου δηλοῦται. Ποῖον; Ἐπειδὴ συκοφαντοῦντες αὐτὸν ἔλεγον περιτομὴν αὐτὸν καταγγέλλειν, καὶ ὑποκρίνεσθαι, ὡς οὐ καταγγέλλει, διὰ τοῦτο ἠναγκάσθη ἰδιόγραφον ποιήσασθαι τὴν ἐπιστολὴν, μαρτυρίαν ἔγγραφον ἀποθέμενος. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκὶ, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι. ∆είκνυσι κἀκείνους διὰ φιλοδοξίαν μόνον ποιουμένους τὸ κήρυγμα, οὐ δι' αὐτὸ τὸ οὕτως ὀφεῖλον γενέσθαι. Μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Ἑτέρα πάλιν αἰτία τοῦ μὴ ἀπὸ γνώμης κηρύττειν αὐτοὺς, τὸ μὴ διώκεσθαι παρὰ τῶν Ἰουδαίων αὐτούς· τὸ δὲ κατὰ φόβον, ἢ κατὰ κενοδοξίαν γινόμενον, τοῦτο οὐχ ὡς ὀφειλόμενον πράττεται. Οὐκοῦν εἰ καὶ κηρύσσεται περιτομὴ παρ' αὐτῶν, οὐχ ὡς ἀναγκαία κηρύσσεται. Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι, αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι. Ἀπόδειξις τοῦ μὴ κατὰ γνώμην κηρύσσειν αὐτοὺς, τὸ μὴ φυλάττειν αὐτοὺς ταῦτα ἃ κηρύσσουσιν. Ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Μαθητὰς ἔχοντες, καὶ ὄντες διδάσκαλοι. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τί ἐστι τὸ καύχημα τοῦ σταυροῦ; ὅτι ὁ Χριστὸς δούλου μορφὴν ἔλαβεν, καὶ ἔπαθεν, ἅπερ ἔπαθεν δι' ἐμὲ τὸν δοῦλον, τὸν ἐχθρὸν, τὸν ἄφρονα· οὕτω με ἠγάπησεν, ὡς ἑαυτὸν ἐκδοῦναι. ∆ι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται. Κόσμον, τὰ βιωτικὰ πράγματά φησιν· τὸν ἔπαινον τὸν παρὰ ἀνθρώπων, τὴν δορυφορίαν, τὴν δόξαν. Ταῦτα, φησὶν, ἐμοὶ νεκρὰ γέγονε, τὰ οὕτω λαμπρὰ καὶ