1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

157

ζωῆς τέλος. Αὐτὸς καὶ πρὸ παντὸς αἰῶνος· καὶ τοῦτό ἐστιν, οὐδ' ἀρχὴν ἡμερῶν. Ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ· πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλογούμενος. Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι ὡς μετασχόντι τοῦ πολέμου ἔδωκε, ∆ιὰ γὰρ τοῦτο εἶπεν, ὑπήντησεν ὑποστρέφοντι. Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων· ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν. Καὶ πῶς, ἢ τῷ μὴ ἐκφέρεσθαι; Λέγει οὖν, ὅτι, ὥσπερ οὗτος ἀπάτωρ τῷ μὴ γενεαλογεῖσθαι, οὕτως ὁ Χριστὸς αὐτῇ τῇ φύσει τοῦ πράγματος καὶ ὥσπερ τούτου οὐκ ἴσμεν, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος, διὰ τὸ μὴ γεγράφθαι, οὕτω καὶ ἐπὶ τοῦ Ἰησοῦ, οὐ διὰ τὸ μὴ γεγράφθαι, ἀλλὰ διὰ τὸ μὴ εἶναι. Ἐκεῖνο μὲν τύπος, καὶ διὰ τοῦτο, ἀπὸ τοῦ μὴ γεγράφθαι· τοῦτο δὲ ἀλήθεια, καὶ διὰ τοῦτο, ἀπὸ τοῦ μὴ εἶναι. Ὥσπερ καὶ ἐπὶ τῶν ὀνομάτων, ἐνταῦθα μὲν προσηγορίαι ἦσαν καὶ βασιλεὺς δικαιοσύνης, καὶ βασιλεὺς εἰρήνης· ἐκεῖ δὲ πράγματος ἀλή 95.961 θεια· οὕτω καὶ ἐνταῦθα προσηγορίαι εἰσὶν, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια. Ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Ἀκροθίνια, τὰ λάφυρα λέγει. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ. Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκε τὸν Ἀβραὰμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκε. Τοσαύτη, φησὶν, ἦν τῆς ἱερωσύνης ἡ ὑπερβολὴ, ὡς καὶ τοὺς ὁμοτίμους ἀπὸ προγόνων, καὶ τὸν αὐτὸν ἔχοντας προπάτορας, πολλῷ βελτίους εἶναι τῶν ἄλλων. ∆εκάτην οὖν παρ' ἐκείνων λαμβάνουσιν. Ὅταν οὖν παρ' αὐτῶν τούτων δεκάτας λαμβάνωσιν, ἄρα οὐχ οὗτοι μὲν ἐν τάξει λαϊκῶν, ἐκεῖνοι δὲ ἐν τοῖς ἱερεῦσι; Καὶ οὐ τοῦτο μόνον, ἀλλ' οὐδὲ ὁμότιμος αὐτοῖς ἦν, ἀλλ' ἐξ ἑτέρου γένους. Ὥστε οὐκ ἂν ἔδωκε ἀλλοφύλῳ δεκάτας, εἰ μὴ πολλὴ ἦν ἡ τιμή. Χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ, μαρτυρούμενος ὅτι ζῇ, καὶ, ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευΐ. Ὁ δὲ καταλαμβάνων, δεδεκάτωται. Ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεμνὸν, τὸ ἐπαγγελίαν ἔχειν τὸν Ἀβραὰμ, δείκνυσιν ἐκεῖνον ὄντα σεμνότερον. Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ. Οὐκοῦν, φησὶν, κρείσσων ὁ τύπος τοῦ Κυρίου, καὶ αὐτοῦ τοῦ τὰς ἐπαγγελίας ἔχοντος. Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν. Ἐν αὐτῷ ἦν, φησὶν, ὁ Λευΐ, εἰ καὶ οὔπω ἐτέχθη. Ἴδε πόσον τὸ μέσον τοῦ τὸν τύπον ἔχοντος τοῦ Ἀρχιερέως ἡμῶν, καὶ τῶν κατὰ νόμον. Ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο· τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; ∆είξας ὅτι πολὺ βελτίων, καὶ τοῦ Λευΐ, καὶ τοῦ Ἀβραὰμ, ὁ Μελχισεδὲκ, ἐν τάξει ἱερέως αὐτοῖς γενόμενος, ἐξ ἑτέρου πάλιν ἐπιχειρεῖ, λέγων· Τίνος ἕνεκεν οὐκ εἶπε, κατὰ τὴν τάξιν Ἀαρών; Λέγει οὖν, ὅτι εἰ τελείους ἐποίει ὁ νόμος, διὰ τί μετετίθετο; ἡ γὰρ τοῦ ἱερέως μετάθεσις καὶ νόμου μετάθεσις ἦν. Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Ἐφ' ὃν γὰρ λέγεται ταῦτα. Τουτέστιν, αὐτῇ στοιχεῖ, καὶ δι' αὐτῆς ἅπαντα πράττει. Οὐ γὰρ ἔστιν εἰπεῖν, ὅτι τελεία μὲν ἦν, οὐ προειστήκει δὲ τοῦ λαοῦ. Αὐτῇ γὰρ ἐκέχρητο. 95.964 Φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησε. Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα. Τοῦτο πρὸς τοὺς λέγοντας, Τί ἔδει Καινῆς ∆ιαθήκης; Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον. Οὕτω γὰρ, φησὶ, τὴν τοῦ Ἀαρὼν ἐξέβαλεν. Ἐντολῆς σαρκίνης γέγονε. Κατὰ πάντα γὰρ νόμος σάρκινος ἦν. Περίτεμε, φησὶ, τὴν σάρκα σου, χρίσον τὴν σάρκα, λοῦσον τὴν σάρκα, περίκειρον τὴν