1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

159

τύπον Χριστοῦ· ὡς τοὺς ἄρτους τῆς προθέσεως πάλιν εἰς τύπον τοῦ σώματος αὐτοῦ, καὶ τὰ ἄλλα ὁμοίως. Ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Νυνὶ δὲ διαφορωτέρας τέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης. 95.968 Ἐπειδὴ ἡ ἀκοὴ ἡμῶν ἀμαθεστέρα τῆς ὄψεως ἐστιν, ἔδειξεν αὐτῷ πάντα. Σκόπει δὲ πόσον τὸ μέσον ταύτης πρὸς ἐκείνην, εἴ γε ἐκείνη μὲν ὑπόδειγμα καὶ τύπος, αὕτη δὲ ἀλήθεια. Ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. Ταῖς πνευματικαῖς. Ἐκείνη δὲ ταῖς τῆς γῆς τῶν Χαναναίων. ∆ιὸ καὶ, ἡ μὲν ἐκβέβληται, ἡ δὲ μένει. Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. Μεμφόμενος γὰρ αὐτοῖς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαὸν, καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Τουτέστιν, εἰ ἀμέμπτους ἐποίει. Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον, καὶ γεγερασμένον, ἐγγὺς ἀφανισμοῦ. ∆είκνυσι τὸ διάφορον καὶ ἀπ' αὐτῆς τῆς σκηνῆς· Πῶς; ἡ μὲν πρώτη ἅγια· ἡ δὲ δευτέρα, Ἅγια ἁγίων.

ΚΕΦΑΛ. Θʹ. Εἶχε μὲν οὖν καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Σκηνὴ

γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥ τις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα, σκηνὴ ἡ λεγομένη, Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης. ∆ικαιώματα δὲ, σύμβολά φησιν. Κοσμικὸν λέγει, ἐπειδὴ πᾶσιν ἐφεῖτο ἐπιβαίνειν, καὶ φανερὸς ἦν τόπος ἐν τῷ αὐτῷ οἴκῳ, ἔνθα οἱ ἱερεῖς εἱστήκεισαν, ἔνθα Ἰουδαῖοι, ἔνθα προσήλυτοι, ἔνθα Ἕλληνες καὶ Ναζωραῖοι. Ἐπειδὴ πᾶσι βατὸν ἦν, κοσμικὸν αὐτὸ καλεῖ. Οὐ γὰρ δὴ Ἰουδαῖοι ὁ κόσμος ἦν. Σκηνὴν καλεῖ, παρὰ τὸ σκηνοῦν ἐκεῖ. 95.969 Ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης, κατασκιάζοντα τὸ ἱλαστήριον. Ἀντὶ τοῦ, τὰ ἔνδοξα. Περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν Ὡς μακροῦ δεόμενα λόγου Ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, τοῦτο δηλοῦντος τοῦ Πνεύματος ἁγίου, μήπω Ἵνα μὴ λέγωσιν, ὅτι Πῶς μία θυσία τετελείωκεν εἰς τὸ διηνεκές; δείκνυσιν αὐτὴν ἄνωθεν ἀπὸ τοῦ ἀρχιερέως προτετυπωμένην. Εἴ γε ἁγιωτέρα καὶ φρικτὴ, μία ἦν, καὶ πῶς ὁ ἀρχιερεὺς ἅπαξ προσέφερε; Πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν, ἥτις παραβολὴ Ἀπεκρύπτετο ἐνταῦθα, φησὶν, ἡ προτέρα, ἐπειδὴ οὕτως ἐνειστήκει αὐτῆς ὁ καιρός. Ἦν δὲ οὗτος, ὁ τῆς ἐπιδημίας τοῦ Χριστοῦ, δι' οὗ καὶ ἐφανερώθη. Εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ' ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμενα κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα. Τουτέστιν, ὁ τύπος γέγονε, καθ' ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα. Αἱ γὰρ θυσίαι, οὐ τὸν ἀπὸ ψυχῆς ῥύπον ἠφίεσαν, ἀλλ' ἔτι περὶ σῶμα ἦσαν, κατὰ