1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

25

«Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.» ∆είκνυσιν ἀπὸ φιλονεικίας καὶ φιλαρχίας μᾶλλον, ἢ ἐξ ἀγνοίας πλανωμένους. Τὸ δὲ εἰπεῖν, τὴν ἰδίαν ζητοῦντες στῆσαι δεικνύντος ἐστὶν, ὅτι οὐδὲ ἐκείνην τὴν δικαιοσύνην τὴν ἀπὸ τοῦ νόμου ἐστήσαντο. Ἰδίαν δὲ δικαιοσύνην αὐτῶν καλεῖ, ἢ διὰ τὸ μηκέτι τὸν νόμον ἰσχύειν, ἢ διὰ τὸ πόνων εἶναι καὶ ἱδρώτων. Τοῦτο οὐ περὶ Ἰουδαίων εἴρηται μόνων, ἀλλὰ καὶ περὶ παντὸς τοῦ τῶν ἀνθρώπων γένους. «Τέλος γὰρ νόμου Χριστὸς, εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» Ἐπειδὴ εἶπε, δικαιοσύνην, ἵνα μὴ δόξωσιν οἱ πιστεύσαντες ἐξ Ἰουδαίων, τὴν μὲν ἔχειν, τῆς δὲ ἀπεστερῆσθαι, δείκνυσιν ὅτι μία ἐστὶ δικαιοσύνη, καὶ ἐκείνην εἰς ταύτην ἀνακεφαλαιοῦται· ὅτι ὁ μὲν ταύτην ἑλόμενος τὴν ἐκ πίστεως, κἀκείνην ἐπλήρωσεν· ὁ δὲ ταύτην ἀτιμάσας, κἀκείνης ἐξέπεσεν. Εἰ γὰρ τοῦ νόμου τέλος ὁ Χριστὸς, ὁ τὸν Χριστὸν οὐκ ἔχων, κἂν ἐκείνην ἔχειν δοκῇ, οὐκ ἔχει· ὁ δὲ τὸν Χριστὸν ἔχων, κἂν μὴ κατωρθωκὼς τὸν νόμον ᾖ, τὸ πᾶν εἴληφεν. Ὥσπερ γὰρ τέλος ἰατρικῆς ὑγεία, καὶ ὁ δυνάμενος ὑγιῆ ποιεῖν, κἂν μὴ ἰατρικὴν ἔχῃ, τὸ 95.524 πᾶν ἔχει· ὁ δὲ μὴ εἰδὼς θεραπεύειν, κἂν μετιέναι δοκῇ τὴν τέχνην, τοῦ παντὸς ἐξέπεσεν· οὕτως ἐπὶ τῷ νόμῳ καὶ τῆς πίστεως· ὁ μὲν ταύτην ἔχων, καὶ τὸ ἐκείνου τέλος ἔχει· ὁ δὲ ταύτης ἔξω ὢν, ἀμφοτέρων ἐστὶν ἀλλότριος· τί γὰρ ἐβούλετο ὁ νόμος; ∆ίκαιον ποιῆσαι τὸν ἄνθρωπον. Ἀλλ' οὐκ ἴσχυσεν οὐδεὶς αὐτὸν πληρῶσαι. Τοῦτο οὖν τέλος ἦν τοῦ νόμου, καὶ εἰς τοῦτο πάντα ἔβλεπεν, καὶ διὰ τοῦτο πάντα ἐγένετο, καὶ ἑορταὶ, καὶ θυσίαι, καὶ ἐντολαὶ, καὶ τὰ λοιπὰ πάντα, ἵνα δικαιωθῇ ὁ ἄνθρωπος. Ἀλλ' αὐτοῦ τὸ τέλος ἦν ἐν Χριστῷ μειζόνως διὰ τῆς πίστεως. «Μωϋσῆς γὰρ γράφει, ὅτι τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὁ ποιήσας ἄνθρωπος, ζήσεται ἐν αὐτῇ. Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη, οὕτως λέγει.» Τὰς κατασκευὰς ἀπὸ τῶν Γραφῶν πιστοῦται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι. Μωϋσῆς δείκνυσιν ἡμῖν τὴν ἐκ τοῦ νόμου δικαιοσύνην, ποία ἐστὶ, καὶ πόθεν συνίσταται. Πόθεν οὖν, ἢ ἀπὸ τοῦ πληρωθῆσαι πάσας τὰς ἐντολάς; Τοῦτο δὲ οὐδενὶ γέγονε δυνατόν. «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.» Ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι, πῶς ηὗρον μείζονα δικαιοσύνην οὗτοι, τὴν ἐλάττω μὴ εὑρόντες, λέγει λογισμὸν ἀναντίῤῥητον, ὅτι κουφοτέρα αὕτη ἡ ὁδὸς ἐκείνης. Αὕτη μὲν γὰρ πλήρωσιν ἀπαιτεῖ πάντων, ἡ δὲ ἐκ πίστεως δικαιοσύνη ῥήματι ἔχει τὴν σωτηρίαν. Ἵνα μὴ δόξῃ τὸ εὔκολον, εὐκαταφρόνητον αὐτὴν ποιεῖν καὶ εὐτελῆ, ὅρα πῶς πλατύνει τὸν περὶ αὐτῆς λόγον, ὥσπερ τῇ ἀρετῇ διὰ τῶν ἔργων ἀνθίσταται ῥᾳθυμία, τοὺς πόνους ἐκλύουσα, καὶ δεῖ σφόδρα ἀγρυπνούσης ψυχῆς, ὥστε μὴ εἴκειν. Οὕτως ὅταν πιστεῦσαι δεηθῇ, λογισμοὶ θορυβοῦντες καὶ λυμαινόμενοι τὴν τῶν πολλῶν διάνοιαν, καὶ δεῖ νεανικωτέρας ψυχῆς, ὥστε αὐτοὺς διακρούεσθαι. «Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τουτέστι, τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν. Ὅτι, ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, ὅτι Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς σωτηρίαν. Λέγει γὰρ ἡ Γραφή· Πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται. Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος.» Τουτέστιν εὔκολον· ὅταν οὖν καὶ μείζων ἡ δικαιοσύνη, καὶ κούφη, καὶ εὐπαράδεκτος, καὶ ἄλλως δικαιωθῆναι μὴ ᾖ, ἐσχάτης φιλονεικίας τοῖς ἀδυνάτοις ἐπιχειρεῖν, τὰ εὔκολα ἀφέντας καὶ ῥᾴδια. 95.525 Εἶδες ὅτι ὁ βραχὺς οὗτος ὁ λόγος οὐ σωτηρίαν ἤνεγκε μόνον, ἀλλὰ καὶ δικαιοσύνην. «Ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Ὅπερ ἄνω περὶ τοῦ Πατρὸς εἴρηκεν, τὸ, ἢ Ἰουδαίων ὁ Θεὸς μόνον, οὐχὶ καὶ ἐθνῶν; τοῦτο καὶ ἐνταῦθα περὶ τοῦ Υἱοῦ λέγει. «Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσονται χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξουσι, ἐὰν μὴ