1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

57

μέγαν ἐντεῦθεν ὄλεθρον ἔτικτον. Οἵ τε γὰρ ἔτι τῶν εἰδώλων ἔχοντες φόβον, οὐκ εἰδότες αὐτῶν καταφρονεῖν, μετεῖχον ἑτοίμως τῶν εἰδωλοθύτων, ἐπειδὴ τοὺς τελειοτέρους ἑώρων τοῦτο πονοῦντας, καὶ τὰ μέγιστα ἐντεῦθεν ἐβλάπτοντο. Οὐδὲ γὰρ τῇ ὁμοίᾳ ἐκείνοις γνώσει ἥπτοντο αὐτῶν, ἀλλ' ὡς θυσιῶν· καὶ ὁδὸς ἐπὶ εἰδωλολατρείαν τὸ πρᾶγμα ἐγίνετο· καὶ αὐτοὶ δὲ οἱ δῆθεν τέλειοι, οὐχ ὡς ἔτυχεν ἠδικοῦντο, δαιμονικῶν μεταλαμβάνοντες τραπεζῶν. Τούτου ὄντος τοῦ ἐγκλήματος, ὅρα πῶς ὁ Ἀπόστολος τὸν λόγον μεταχειρίζεται. «Οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν.» Τοὺς ἀσθενεῖς ἀφεὶς, ὅπερ ἀεὶ ποιεῖ, τοῖς ἰσχύουσι διαλέγεται πρώτοις. Πρῶτον μὲν οὖν αὐτῶν τούτων καταστέλλει τὸν τύφον, φάσκων τοὺς πάντας ἔχειν τὴν γνῶσιν. Οἱ γὰρ ἔχοντές τι μέγα καὶ καλὸν, ὅταν μόνοι κατέχωσι, μᾶλλον ἐπαίρονται. Ἐὰν δὲ μετ' ἄλλων φανῶσιν αὐτὸ κεκτημένοι, οὐκέτι ὁμοίως τοῦτο πάσχουσι· ποιεῖ οὖν αὐτὸ κοινὸν, ἐπειδὴ καὶ ἐκεῖνοι ἑαυτῶν εἶναι ἐνόμιζον αὐτὸ μόνον. «Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.» Ὅταν γὰρ χωρὶς ἀγάπης ᾖ, εἰς ἀπόνοιαν ἐπαίρει φυσῶσα τὸν ἔχοντα, καὶ διαιρεῖν εἴωθεν ἡ ἀλαζονεία· οὐ κωλύει δὲ τὸ τελείαν ἔχειν τὴν γνῶσιν, ἀλλὰ τὸ μετὰ ἀγάπης ταύτην ἔχειν κελεύει. Ἐπειδὴ χωρὶς ἀγάπης κέρδος οὐδὲν, ἀλλὰ καὶ βλάβος. «Εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι. Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ.» Ὅρα δι' ὅσων αὐτῶν κατήνεγκε τὸ ὕψωμα. Πρῶτον μὲν γὰρ ἔδειξεν, ὅτι οὐ μόνον ἐπίστανται ἅπερ ἴσασι. Πάντες γὰρ, φησὶν, γνῶσιν ἔχομεν. Ἔπειτα ὅτι βλαβερὸν τὸ πρᾶγμα τοῦτο χωρὶς ἀγάπης. Ἡ γνῶσις γὰρ, φησὶ, φυσιοῖ· ὅτι καὶ μετὰ ἀγάπης οὐκ ἀπηρτισμένον ἐστὶν, οὐδὲ τέλειον. Εἴ τις γὰρ δοκεῖ εἰδέναι τι, φησὶν, οὐδέπω ἔγνωκεν καθὼς δεῖ γνῶναι. Πρὸς τούτοις, ὅτι οὐδὲ τοῦτο οἴκοθεν ἔχουσιν, ἀλλὰ τοῦ Θεοῦ δωρησαμένου. Οὐ γὰρ εἶπεν, ἔγνω τὸν Θεὸν, ἀλλ', ἔγνωσται ὑπ' αὐτοῦ. Εἶτα ὅτι ἀπὸ ἀγάπης γίνεται τοῦτο αὐτὸ, ἣν οὐκ ἔχουσιν 95.629 ὡς χρή. Εἰ γάρ τις, φησὶν, ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ. «Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς.» Ἀμφότερα βούλεται κατασκευάσαι· ὅτι τε ἀπαναίνεσθαι δεῖ τῆς τοιαύτης τραπέζης, καὶ ὅτι ἰσχὺν οὐκ ἔχει εἰς τὸ βλάψαι τοὺς μετέχοντας, ἅπερ ἐναντία ἀλλήλων ἐστί. Γνόντες γὰρ ὅτι οὐκ ἔχει βλάβην, οὕτως διαφόρως ἔμελλον ἐπιτρέχειν, κωλυθέντες δὲ αὐτῶν ἅπτεσθαι, πάλιν ὑπώπτευον, ὅτι ὡς ἰσχὺν ἐχόντων εἰς τὸ βλάπτειν ἐκωλύθησαν. ∆ιὸ δὴ πρῶτον καθέλει τὴν τῶν εἰδώλων ὑπόνοιαν. Τὸ γὰρ, εἶναι, ἐπὶ τοῦ, μὴ ἔχειν ἰσχὺν αὐτὰ, τέθειται. «Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοί.» Ἐπειδὴ, εἶπεν, οὐδὲν εἴδωλον, καὶ οὐδεὶς Θεὸς, εἰ μὴ εἷς· ἦν δὲ καὶ εἴδωλα, ἦσαν δὲ καὶ θεοὶ λεγόμενοι. Ἵνα μὴ δόξῃ τοῖς φανεροῖς μάχεσθαι, ἐπάγει λέγων τό· Εἴπερ εἰσὶ λεγόμενοι θεοί. Καὶ ὥσπερ οὖν εἰσιν, οὐχ ἁπλῶς εἰσιν, ἀλλὰ λεγόμενοι· καὶ οὐκ ἐν πράγματι, ἀλλ' ἐν ῥήματι τοῦτο ἔχοντες. «Εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς· ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί.» Ἐν οὐρανῷ τὸν ἥλιον λέγων, καὶ τὴν σελήνην, καὶ τῶν λοιπῶν τῶν ἀστέρων χορόν· καὶ γὰρ αὐτὰ προσεκύνησαν Ἕλληνες ὡς θεούς· ἐπὶ γῆς δὲ δαίμονας, καὶ τοὺς ἐξ ἀνθρώπων θεοποιηθέντας ἅπαντας. «Ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα.» Πρότερον εἰπὼν, ὅτι οὐδεὶς Θεὸς ἄλλος, εἰ μὴ εἷς, νῦν τοῦτο προστίθησιν, εἶτα καὶ τὸ, Ἀλλ' ἡμῖν· τὸ Πατήρ· εἶτα καὶ ὅπερ ἐστὶ δεῖγμα θεότητος, καὶ τοῦτο ἐπάγει, ἐξ οὗ τὰ πάντα, λέγων· τοῦτο γὰρ δείκνυσι, κἀκείνους οὐκ ὄντας θεούς· Θεοὶ γὰρ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν, φησίν. «Καὶ ἡμεῖς εἰς αὐτόν.» Ὅταν μὲν ἐξ αὐτοῦ πάντα λέγῃ, τὴν δημιουργίαν λέγει, καὶ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν· ὅταν δὲ εἴπῃ, καὶ ἡμεῖς εἰς αὐτὸν, τὸν τῆς πίστεως καὶ οἰκειώσεως λέγει λόγον· διπλῇ γάρ ἐσμεν ἐξ αὐτοῦ, καὶ τῷ μὴ ὄντες γενέσθαι, καὶ τῷ πιστοὶ γενέσθαι· καὶ γὰρ καὶ τὸ πιστεῦσαι εἰς αὐτὸν κτίσις καλεῖται· ἵνα γὰρ κτίσῃ, φησὶ, τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον. «Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ· ἀλλ'