1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

14

ἁμαρτίᾳ.» Ἐπειδὴ περὶ τῆς τοῦ Χριστοῦ ζωῆς διελέχθη, ἵνα μή τις λέγῃ, Τί οὖν πρὸς ἡμᾶς τὸ εἰρημένον; τὰ τοιαῦτα ἐπάγει λέγων· Εἰ νεκροὺς ὄντας ἀνέστησεν, πολλῷ μᾶλλον ζῶντας κατασχεῖν δυνήσεται. Οὐκ εἶπεν, τυραννείτω, ὅπερ ἀνάγκη ἦν ἀλλὰ μὴ βασιλευέτω, ὅπερ ἐστὶ προαιρέσεως. «Ἐν τῷ θνητῷ ἡμῶν σώματι, εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡσεὶ ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσῃ.» Τὸ σῶμα ἡμῶν πρὸ τῆς Χριστοῦ παρουσίας εὐχείρωτον ἦν τῇ ἁμαρτίᾳ. Οὔτε γὰρ Πνεῦμα παρῆν τὸ βοηθοῦν, οὔτε βάπτισμα τὸ νεκρῶσαι δυνάμενον τὴν ἁμαρτίαν. Ἐπειδὴ δὲ Χριστὸς παραγέγονεν, καὶ βάπτισμα ἐλάβομεν, καὶ τὸ Πνεῦμα διὰ βαπτίσματος, γέγονεν ἡμῖν εὐχειρῆ τὰ παλαίσματα. «Οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν· τί οὖν, ἁμαρτήσομεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλὰ ὑπὸ χάριν; Μὴ γένοιτο!» Τοῦτο δείκνυσι προσκαίρους ὄντας τοὺς ἀγῶνας. «Οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην;» Ἀντίθεσιν θεὶς τὴν λέγουσαν, Τί οὖν; ἁμαρτήσομεν; καὶ πρώτην αὐτὴν λύσιν ἐπαγαγὼν, τὴν ἐξ ἀπαγορεύσεως, μὴ γένοιτο εἰπὼν, ἐπάγει καὶ τὴν δευτέραν ἀπὸ τοῦ ἐχθροῦ, τρίτην τὴν ἀπὸ τῆς κολάσεως· ἡ δὲ ἀπὸ τοῦ ἐχθροῦ αὕτη ἐστίν· Οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε; Ὅμοιον ὡσεὶ λέγοι· Οὔπω λέγω τὴν γέενναν, οὐδὲ τὴν πολλὴν ἐκείνην κόλασιν, ἀλλὰ τὴν ἐνταῦθα αἰσχύνην, ὅταν δοῦλοι γένησθε, καὶ ἑκόντες δοῦλοι, καὶ ἁμαρτίᾳ δοῦλοι, καὶ ἐπὶ τῷ τοιούτῳ μισθῷ ὥστε πάλιν ἀποθανεῖν. Εἰ γὰρ πρὸ τοῦ βαπτίσματος θάνατον εἰργάσατο σωματικὸν, καὶ τοσαύτης ἐδεήθη τῆς θεραπείας τὸ ἕλκος, ὥστε τὸν ∆εσπότην ἁπάντων εἰς θάνατον κατελθεῖν, καὶ οὕτω λῦσαι τὸ κακὸν, μετὰ τὴν τοσαύτην δωρεὰν καὶ ἐλευθερίαν λαμβάνουσά σε ἑκόντα αὐτὴν πάλιν κλινόμενον, τί οὐκ ἐργάσηται; 95.488 «Χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας.» Ἀναμιμνήσκει πάλιν τῶν εὐεργεσιῶν, ὅτι τε μεγάλων ἀπηλλάγησαν κακῶν· καὶ οὐκ ἐξ οἰκείων πόνων, ἀλλ' ἐκ χάριτος Θεοῦ. «Ὑπηκούσατε δὲ ἐκ καρδίας, εἰς ὃν παρεδόθητε τύπον διδαχῆς.» Τὸ μὲν, ἐκ καρδίας, τὸ αὐτεξούσιον δηλοῖ· τὸ παρεδόθητε, τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν αἰνίττεται. «Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ.» ∆ύο ἐνταῦθα δείκνυνται τοῦ Θεοῦ δωρεαὶ, τό τε ἁμαρτίας ἐλευθερῶσαι, καὶ τὸ δουλῶσαι τῇ δικαιοσύνῃ, ὅπερ ἐλευθερίας ἁπάσης ἄμεινόν ἐστι. «Ἀνθρώπινον λέγω, διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν.» Ἐπειδὴ πολλὴν ἀπῄτησεν ἀκρίβειαν βίου, νεκροὺς εἶναι κελεύων, δεῖξαι βουλόμενος, ὅτι οὐδὲν ὑπέρογκον ἀπαιτεῖ, ἀλλὰ καὶ σφόδρα σύμμετρον καὶ κοῦφον, ἀπὸ τῶν ἐναντίων αὐτὸ κατασκευάζει λέγων, ἀνθρώπινον λέγω, ὡσανεὶ ἔλεγεν, ἀπὸ τῶν ἐν συνηθείᾳ γινομένων. «Οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν· ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.» Ὅτε ἐν πονηρίᾳ ἔζητε καὶ ἀσεβείᾳ, μετὰ τοσαύτης ἔζητε ὑπακοῆς, ὡς μηδὲν καθόλου πράττειν καλόν· τοῦτο γάρ ἐστι τὸ, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Οὐκοῦν καὶ νῦν, ἐπειδὴ μετέστητε πρὸς τὴν δικαιοσύνην, ὅλους ἑαυτοὺς ἔκδοτε τῇ ἀρετῇ, μηδὲν καθόλου τῆς κακίας πράττοντες. «Τίνα οὖν καρπὸν ἔχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνετε;» Τοιαύτη ἦν ἡ δουλεία, φησὶ, ὡς καὶ τὴν μνήμην αὐτῆς νῦν αἰσχύνην φέρειν. Εἰ δὲ ἡ μνήμη καταισχύνει, πολλῷ μᾶλλον ἡ πρᾶξις. ∆ιπλῆ τότε παρεβλάπτεσθε, φησὶν, καὶ αἰσχύνης ἄξια πράττοντες, καὶ οὐκ εἰδότες αἰσχύνεσθαι. «Τὸ γὰρ τέλος ἐκείνων θάνατος· νῦν δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ.» Ἐπειδὴ ἡ αἰσχύνη οὐ σφόδρα δοκεῖ φορτικὸν εἶναι, ἐπὶ τὸ πάνυ φοβερὸν ἔρχεται, τὸν θάνατον λέγων. «Ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν· τὸ δὲ τέλος ζωὴν αἰώνιον.» Ὅρα πῶς τὰ μὲν δείκνυσιν ἤδη δεδομένα, τὰ δὲ ἐν