1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

130

καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην. Ἐπειδὴ μέγα ἐφρόνουν οἱ τοῦ γράμματος κήρυκες, ἐπί τε περιτομῇ καὶ γένει τῷ ἐξ Ἰσραὴλ, τούτου χάριν ἐφ' ἑαυτοῦ αὐτὸ ἐξουθενεῖ. Τότε γὰρ ἀληθὴς ἡ ἐξουδένωσις, οὐχ ὅταν μὴ σχών τις καταπτύει ὧν ἔχει, ἀλλ' ὅταν ἔχων, μικρὰ αὐτὰ ἡγῆται, καὶ εὐκαταφρόνητα τῇ τῶν μειζόνων καὶ ὑπερβαλλόντων εὑρέσει. Λέγει οὖν, ὅτι Πάντα αὐτῶν σχὼν τὰ σεμνὰ, καὶ τοσαύτην ἐν τοῖς νομικοῖς ἐπιδειξάμενος δικαιοσύνην, ὅσην οὐκ ἄλλος τις, πάντα ἥγημαι ζημίαν καὶ σκύβαλα, ὑπερβολῆς τινος οὔσης τῆς κατὰ Χριστὸν πολιτείας. Τοσαύτη δέ ἐστιν ἡ ὑπερβολὴ, ὥστε εὔχομαι μηδεμίαν εὑρεθῆναι ἔχοντα ἐμαυτὸν νομικὴν δικαιοσύνην, ἵνα τὴν ἐκ Θεοῦ δικαιοσύνην κερδήσω. Ὅρα πῶς τὴν μὲν ἐκ νόμου δικαιοσύνην ἑαυτοῦ φησι, τὴν δὲ εὐαγγελικὴν, Θεοῦ δικαιοσύνην, ἵνα τοσοῦτον ᾖ ἀμφοτέρων τὸ μέσον, ὅσον ἀνθρώπου καὶ Θεοῦ. Ἐπὶ τῇ πίστει τοῦ γνῶναι αὐτὸν, καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν· οὐχ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι· διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ. ∆ιδάσκει τίς ἡ ἐκ Θεοῦ δικαιοσύνη· ἡ πίστις ἡ εἰς Χριστὸν, καὶ ἡ γνῶσις τῆς ἀναστάσεως αὐτοῦ, καὶ ἡ κοινωνία τῶν παθημάτων αὐτοῦ. Ταῦτα γὰρ ἐν ἐμοὶ εὑρεθέντα, φησὶ, καταντῆσαι ποιήσει εἰς τὴν ἀνάστασιν τὴν ἐκ τῶν νεκρῶν. Οὐχ ἁπλῶς δὲ εἶπε, καταντήσω, ἀλλὰ, εἴ πως καταντήσω. ∆είκνυσιν ὅτι καὶ ἤδη τοῖς λαβοῦσι τῆς γνώσεως τὸ χάρισμα καὶ τῶν παθημάτων τὴν κοινωνίαν, πολλῆς τῆς νήψεως χρεία, ἵνα μὴ ἃ ἔλαβον ἀπολέσωσι. Καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Οὐχ ὅτι γὰρ ἤδη ἔλαβον, φησὶ, καὶ δὴ περὶ τοῦ τέλους θαῤῥῶ· ἀλλὰ διώκω, ἵνα καὶ καταλάβω. Τί δὲ, ἵνα καταλάβῃ, ἢ τοῦτο τὸ χάρισμα εἰς ὃ καὶ κατελήφθη ὑπὸ Χριστοῦ; ἐν τίνι δὲ κατελήφθη, ἢ τῇ ἀναστάσει; Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα πάντες ζήσωμεν. Φόβος οὖν μέ 95.876 γας ἡμῖν καὶ ἀγωνία, μήποτε καὶ ἀναστάντες, ἀνάξιοι εὑρεθῶμεν τοῦ ἀναστήσαντος, καὶ ἀκούσωμεν τὸ, Οὐκ οἶδα ὑμᾶς. Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι. Ἔτι ἐφ' ἑαυτοῦ τὴν ταπεινοφροσύνην αὐτοῖς εἰσηγεῖται, ἄλλως τε καὶ ἐπειδὴ οὐ δεῖ μακαρίζειν ἄνθρωπον πρὸ τελευτῆς. Ἕως οὖν ὁ ἀγῶνος ἐνέστηκε καιρὸς, οὔπω κατείληφεν. Ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω, ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. ∆ιδάσκει πῶς ἄν τις καταλάβοι· καὶ πῶς ἢ τῶν ὀπίσω ἐπιλανθανόμενος; Ὀπίσω δὲ, ἢ τὴν νομικὴν λατρείαν φησὶν, ἢ καὶ πάντα τὸν ἐφθαρμένον βίον, οὗ δεῖ ἐπιλανθανόμενον τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι, δηλαδὴ τὴν εὐαγγελικὴν πολιτείαν μετέρχεσθαι. Οὕτω γὰρ μόνως ἔστι τυχεῖν τοῦ βραβείου τῆς ἄνω κλήσεως. Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν. Ὅρα πάλιν ὑπερβολὴν ταπεινοφροσύνης. Οὐ γὰρ εἶπεν, ὅτι ἁπλῶς οὕτω δεῖ φρονεῖν, ἀλλὰ τοὺς τελείους οὕτω δεῖ φρονεῖν. Οὕτω δὲ, πῶς, ἢ τὸ οὔπω ἑαυτοὺς λογίζεσθαι κατειληφότας; Καὶ εἰ οἱ τέλειοι οὕτως, οἱ μὴ τοιοῦτοι, πῶς ἑαυτοὺς ὀφείλουσι λογίζεσθαι; Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Εἰ καὶ οὐχ οὕτω φρονεῖτε, φησὶν, ὡς ἡμεῖς λέγομεν, ὁ Θεὸς ὑμᾶς πληροφορήσει περὶ τούτου, ὅτι οὕτως ἐστὶν ὡς ἐδιδάξαμεν. Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. Εἰ καὶ ἀναμένομεν, φησὶ, τὴν ἐκ Θεοῦ ἀποκάλυψιν περὶ τῶν ζητουμένων, ἀλλ' ὅμως τούτου ἀντέχεσθε νυνὶ οὗ ἤδη ἔχετε. Καὶ τί ἦν ὃ εἶχον, ἢ τὸ φρονεῖν περὶ πίστεως ὀρθῆς; Συμμιμηταί μου γίνεσθε, ἀδελφοὶ, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς. Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. Ὑμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ