1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

84

ἀσθενεῖς τῶν ὀφθαλμῶν τὸ φῶς σκοτίζει. Καὶ πρὸς ταῦτα τίς ἱκανός; Ἐπειδὴ μεγάλα ἐφθέγξατο, ὅτι θυσία ἐσμὲν τοῦ Χριστοῦ, καὶ εὐωδία, καὶ ἐθριαμβευόμεθα πανταχοῦ, πάλιν τῷ Θεῷ ἀνατίθησι ταῦτα· διὸ καί φησι, Καὶ πρὸς ταῦτα τίς ἱκανός; τὸ γὰρ πᾶν τοῦ Χριστοῦ, φησὶ, καὶ οὐδὲν ἡμέτερον. Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν 95.720 λόγον τοῦ Θεοῦ, ἀλλ' ὡς ἐξ εἰλικρινείας, ἀλλ' ὡς ἐκ Θεοῦ. Εἰ μεγάλα ἐφθεγξάμεθα, ἀλλ' οὐδὲν τὸ ἡμέτερον ἔφανεν εἶναι κατόρθωμα, ἀλλὰ πάντα τοῦ Χριστοῦ. Οὐ γὰρ μιμούμεθα τοὺς ψευδαποστόλους, τοὺς τὰ πολλὰ αὐτῶν λέγοντας εἶναι. Τοῦτο γάρ ἐστι τὸ καπηλεῦσαι, ὅταν τις νοθεύῃ τὸν οἶνον, καὶ ὅταν τις χρημάτων πωλῇ, ὃ ἐκελεύσθη δωρεὰν δοῦναι. Καὶ ἐνώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. Οὐκ ἀπατῶντες ὑμᾶς αὐτὸ κηρύττομεν, οὐδὲ ἐν τῇ ἡμετέρᾳ σοφίᾳ, ἀλλὰ τῇ παρ' ἐκείνου δυνάμει χορηγούμενοι.

ΚΕΦΑΛ. Γʹ. Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν, εἰ μὴ χρῄζομεν ὥς τινες συστατικῶν

ἐπιστολῶν πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν συστατικῶν. Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν· γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων. Ὅπερ ἔμελλεν αὐτῷ παρ' ἐκείνων ἀνθυποφέρεσθαι, ὅτι Ἐπαίρεις σαυτὸν, τοῦτο προλαβὼν αὐτὸς λύει. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τοσοῦτον ἀπέχομεν τοῦ δεηθῆναι πρὸς ὑμᾶς συστατικῶν ἐπιστολῶν, ὡς ὑμᾶς ἀντ' ἐπιστολῆς ἔχειν. Λέγει δὲ, ὡς Εἰ ἔδει πρὸς ἑτέρους συστῆναι, ὑμᾶς ἂν παρηγάγομεν εἰς μέσον ἀντὶ ἐπιστολῆς. Φανερούμενοι, ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, διακονηθεῖσα ὑφ' ὑμῶν. Ἐνταῦθα οὐ μόνον αὐτοῖς ἀγάπην, ἀλλὰ καὶ κατορθώματα μαρτυρεῖ. Ἐγγεγραμμένη, οὐ μελάνι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· οὐκ ἐν πλαξὶν λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Τουτέστιν, ἣν πάντες ἴσασιν· οὕτως ὑμᾶς πανταχοῦ περιφέρομεν, καὶ ἐν νῷ ἔχομεν. Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν. Πάλιν τὸ ὅλον ἀνατίθησι τῷ Θεῷ. Τούτων γὰρ ἡμῖν ὁ Χριστὸς αἴτιος, φησίν. Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν. Ὅρα πάλιν ἑτέραν διόρθωσιν. Λέγει δέ· οὐχ οὕτως εἶπον, πεποίθησιν ἔχομεν, ὡς τὸ μὲν ἡμέτερον εἶναι, τὸ δὲ τοῦ Θεοῦ· ἀλλὰ τὸ πᾶν αὐτῷ ἀνατίθησι καὶ λογίζεται. Ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. Τὸ δὲ, ἱκάνωσεν, τουτέστι, δυνατοὺς ἐποίησε καὶ ἐπιτηδείους. Οὐ μικρὸν γὰρ προκομίσαι τῇ οἰκουμένῃ τοιαύτας νίκας, καὶ ἐντολὰς πολλῷ μείζους τῶν προτέρων. ∆ιὸ καὶ ἐπήγαγεν, οὐ γράμματος, ἀλλὰ πνεύματος. Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Ταῦτά φησιν, ἐκείνους καθαιρῶν τοὺς μεγαλοφρονοῦντας ἐπὶ τῷ Ἰουδαϊσμῷ. Οὐ γὰρ πνεῦμα, φησὶν, ἐκόμιζεν Μωϋσῆς, ἀλλὰ γράμματα· ἡμεῖς δὲ ἐπιστεύθημεν πνεῦμα διδόναι. Γράμμα δὲ ἐνταῦθα, 95.721 τὸν νόμον φησὶ, τὸν κολάζοντα τοὺς πλημμελοῦντας· πνεῦμα δὲ, τὴν χάριν τὴν διὰ τοῦ Πνεύματος, τοὺς ὑπὸ τῶν ἁμαρτιῶν νεκρωθέντας ζωοποιοῦσαν. Εἰ δὲ ἡ διακονία τοῦ θανάτου. Ἔτι τὴν σύγκρισιν ἐξεργάζεται. Ὃ δὲ νοῦς οὗτος. Εἰ ἐκείνη μὲν θανάτου, αὕτη δὲ δόξης διακονία, ἀναμφίβολον ὅτι ἡ δόξα αὕτη ἐκείνης μείζων ἐστί· διακονίαν δὲ θανάτου, τὸν νόμον λέγει. ∆ιακονεῖ γὰρ εἰς θάνατον, ἐλέγχων τὰ ἁμαρτήματα. Ἐν γράμμασιν, ἐντετυπωμένη ἐν λίθοις, ἐγεννήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ Πνεύματος ἔσται ἐν δόξῃ; Εἰ γὰρ ἡ διακονία κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ. Καθαιρεῖ πάλιν τὸ Ἰουδαϊκὸν φρόνημα. Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης. Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ. Ἂν συγκρίνωμεν, φησὶ, ταύτην δόξαν ἐκείνῃ, οὐδὲ δόξα ἐστὶν ἡ δόξα τῆς παλαιᾶς. Οὐχ