1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

129

Πέποιθα δὲ ἐν Κυρίῳ. Ἐξ αὐτῆς μὲν, τῆς κρίσεως λέγει. Ὁ δὲ νοῦς οὗτος· Σκοπῶ, φησὶν, οἷά μοι τὰ περὶ τὴν κρίσιν γενήσεται, καὶ οὕτως ὑμῖν αὐτὸν ἀποστέλλω. Ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι Οἶδεν διὰ τοῦ Πνεύματος, ὅτι τὰ περὶ τὴν πρώτην αὐτοῦ ἀπολογίαν ἔσται ῥᾴδια, καὶ διελεύσεται, καὶ τὸν θάνατον, καὶ τὰ δεσμά· καὶ ὅτι οὕτως ἐγένετο, ἐδήλωσεν ἐν τῇ πρὸς Τιμόθεον εἰπὼν, Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρέστη, ἀλλὰ πάντες με ἐγκατέλιπον. Ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος. Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν, καὶ συνεργὸν, καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς, ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς ἰδεῖν. Μεγάλη σύστασις περὶ ἑκάστου τῶν μαθητῶν, ὅπου γε Ἐπαφρόδιτον μὲν συνεργὸν καὶ συστρατιώτην λέγει, Τιμόθεον δὲ ὁμόψυχον. Καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησε. Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλὰ Θεὸς αὐτὸν ἠλέησεν· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ. Ὁ Ἐπαφρόδιτος θλίψιν ἦν ὑπομείνας ἐν Φιλίπποις διὰ τὸ κήρυγμα, καὶ τοσαύτην, ὡς καὶ ἀπὸ τῶν παθῶν ὧν ἔπαθε, νοσῆσαι τὴν εἰς θάνατον νόσον· Οὐ μόνος δὲ αὐτὸς ἐλιθάσθη, ἀλλὰ καὶ ὁ Ἀπόστολος. Καὶ τοῦτο ἐδήλωσε γράφων Θεσσαλονικεῦσι· Αὐτοὶ γὰρ οἴδατε, φησὶν, ἀγαπητοὶ τὴν εἴσοδον ὑμῶν 95.872 τὴν πρὸς ὑμᾶς, ὡς οὐ κενὴ γέγονεν, ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις. Ἠθύμει οὖν ὁ Ἐπαφρόδιτος, ὅτι ἦσαν ἀκηκοότες, ὡς διὰ τὸ κήρυγμα τὸ εἰς αὐτοὺς, τοσοῦτος αὐτὸν περιέστη κίνδυνος, ὡς καὶ εἰς θάνατον ἐλθεῖν. Ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε· ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ. Εἶχε μὲν οὖν λύπην διὰ τὴν τῶν διωκόντων ἀπώλειαν. Ὑγίανεν οὖν, φησὶν, ἵνα μὴ πρὸς ἐκείνῃ τῇ λύπῃ καὶ ἑτέραν σχῶ τὴν τοῦ θανάτου τοῦ Ἀποστόλου. Ἐλυπεῖτο δὲ, οὐχ ὅτι ἀνέλυε, καὶ σὺν Χριστῷ ἦν, ἀλλ' ὅτι χρείαν εἶχεν αὐτοῦ ἐν τῷ κηρύγματι, ὥσπερ ἀμέλει καὶ αὐτοῦ· ὡς καὶ αὐτὸς εἶπε· Τὸ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς. Οὐ παρῆτε ὑμεῖς, φησὶ, ἀλλ' ἐλειτουργήσατέ μοι δι' ἐκείνου, τῷ ἐκεῖνον πέμψαι. Ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας. Οὔπω τελείαν, φησὶ, τὴν λειτουργίαν πεποίημαι, ἣν λειτουργῶ ὑμῖν εἰς τὸ κήρυγμα. Ὑστερῶ δὲ, διὰ τοὺς ὑπὲρ τοῦ κηρύγματος δεσμούς. Τοῦτο οὖν τὸ ὑστέρημα ὁ ἀγαπητὸς ἀναπληροῖ Ἐπαφρόδιτος. ΚΕΦΑΛ. Γʹ. Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ. Τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν. Καὶ ποῦ μοι τὸ χαίρειν, καὶ δεδεμένου αὐτοῦ. Ὑμῖν δὲ τὸ ἀσφαλές. Μεγάλως γὰρ αὐτῶν τὴν ψυχὴν ἠσφαλίζετο, διδάσκων μὴ ἀδημονεῖν ἐν τοῖς δεσμοῖς τοῖς διὰ τὸ κήρυγμα. Βλέπετε τοὺς κύνας· Βλέπετε τοὺς κακοὺς ἐργάτας. Τοὺς ἄρχοντας τῶν Ἰουδαίων φησὶ, περὶ ὧν ἐγέγραπτο, Πάντες κύνες ἐνεοὶ μὴ δυνάμενοι ὑλακτεῖν, καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν. Βλέπετε τὴν κατατομήν. Μόνον γὰρ τὴν σάρκα κατατέμνουσιν, οὐδὲν ἐκ πράγματος ὠφελούμενοι· ἡ γὰρ σφραγὶς τῆς πίστεως ἡ περιτομή· οὐ πιστεύουσι δέ. Τί γὰρ περιτέμνονται; τίνος σφραγίδα λαμβάνουσιν; οὐκοῦν κατατέμνονται μόνον. Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ πνεύματι Θεοῦ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες· καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. Οἱ πᾶσαν κοσμικὴν ἐπιθυμίαν ἀποτέμνοντες. Τοῦτο 95.873 γὰρ ἡμῖν δέδωκε τὸ Πνεῦμα τοῦ Θεοῦ ποιεῖν, καὶ ἡ καύχησις ἡ εἰς τὸν Χριστόν. Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον. Περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου· δι' ὃν τὰ πάντα ἐζημιώθην,