1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

60

ἐξουσίαν λαμβάνειν ἐπιδειξάμενος, μεταφέρει τὸν λόγον καὶ εἰς τὸ Εὐαγγέλιον, καὶ ἐκ τούτου αὐτὸν ἰσχυροποιῶν. Εὖ δέ· τὸ μὴ εἰπεῖν ἐκ τῶν προσφερόντων λαμβάνουσιν, ἀλλ' ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, ἵνα μήτε οἱ λαμβάνοντες ὀνειδίζωνται, μήτε οἱ παρέχοντες ἐπαίρωνται. «Οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται. Οὕτως καὶ ὁ Κύριος διέταξεν τοῖς Εὐαγγέλιον καταγγέλλουσι, ἐκ τοῦ Εὐαγγελίου ζῇν.» Τὰ γὰρ προσενεχθέντα οὐκέτι λοιπὸν τῶν προσενεγκόντων ἦσαν, ἀλλὰ τοῦ ἱεροῦ καὶ τοῦ θυσιαστηρίου. Τὸ δὲ συμμερίζονται, οὐ τὴν ἐξ ἴσου διανομὴν δηλοῖ, ἀλλὰ τὴν ἐξ ὀφειλῆς διδομένην αὐτοῖς παραμυθίαν. «Ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων. Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτως γένηται ἐν ἐμοί.» Ὅμοιον ὡς εἰ λέγοι, πολλῶν μοι παραδειγμάτων παρεχόντων ἐξουσίαν τοῦ στρατιώτου, τοῦ γεωργοῦ, τοῦ ποιμένος, τῶν ἀποστόλων, τοῦ νόμου, τῶν παρ' ἡμῶν εἰς ὑμᾶς γενομένων, τῶν παρ' ἡμῶν εἰς τοὺς ἄλλους, τῶν ἱερέων, τοῦ προστάγματος τοῦ Κυρίου, οὐδενὶ τούτων ἂν ἐπείσθην εἰς τὸ καταλῦσαι τὸν ἐμαυτοῦ νόμον, καὶ λαβεῖν. «Καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου, ἵνα τις κενώσῃ.» Αἱροῦμαι μᾶλλον, φησὶν, ἀποθανεῖν λιμῷ, ἢ τούτων ἀποστερηθῆναι τῶν στεφάνων. Εὖ δὲ, καὶ τὸ καύχημα εἰπεῖν, καὶ μὴ τὸν σκοπὸν ἢ τὸ δόξαν καλόν. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι ποιεῖ μὲν αὐτὸ, οὐ χαίρων δὲ, ἀλλὰ στένων καὶ ὀδυνάμενος, τούτου χάριν τὴν ὑπερβολὴν τῆς χαρᾶς δεῖξαι θέλων, καὶ τὸ μέγεθος τῆς προθυμίας, καύχημα τὸ πρᾶγμα καλεῖ. Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται. Οὐαὶ δέ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι.» Τοῦτό φησιν, οὐχ ὡς μείζονος ὄντος τοῦ εὐαγγελίσασθαι, τοῦ ἀδάπανον θεῖναι τὸ εὐαγγέλιον, ἀλλ' ὡς ἑτέρωθεν ἔχοντος τὸ πλέον. Οἷον, ὅτι τὸ μέν ἐστιν ἐπίταγμα, τὸ δὲ τῆς ἐμῆς προαιρέσεως κατόρθωμα. Ἃ μὲν γὰρ ὑπὲρ τὴν ἐντολὴν γίνεται, πολὺν ἔχει μισθόν· ἃ δὲ ἐν ἐντολῆς τάξει, οὐ τοσοῦτον. Ὥστε κατὰ τοῦτό φησιν, τὸ μὴ λαμβάνειν τοῦ εὐαγγελίσασθαι πλέον εἶναι οὐκ αὐτὴν τοῦ πράγματος τὴν 95.640 φύσιν· τί γὰρ τοῦ κηρύξαι ἴσον, ὃ καὶ πρὸς τοὺς ἀγγέλους ἡμᾶς ἁμιλλᾶσθαι ποιεῖ; Ἀλλ' ὅμως ἐπειδὴ τὸ μὲν ἐπίταγμά ἐστι καὶ ὀφειλή· τὸ δὲ προαιρέσεως φιλοτιμία, κατὰ τοῦτο αὐτῷ τὸ μὴ λαμβάνειν, πλέον τι τοῦ κηρύττειν ἔχει. «Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω. Εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι, τίς οὖν μοί ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος, ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ Εὐαγγελίῳ.» Τὸ, ἑκὼν καὶ ἄκων, ἐπὶ τὸ ἐγχειρεῖσθαι, καὶ μὴ ἐγχειρεῖσθαι λαμβάνει. Οὕτω καὶ τὸ, ἀνάγκη μοι ἐπίκειται, νοητέον· οὐχ ὡς ἄκοντός τι τούτου ποιοῦντος, ἀλλ' ὡς ὑπευθύνου ὄντος τοῖς ἐπιταχθεῖσι· διὸ οὐκ εἶπεν, εἰ δὲ ἄκων οὐκ ἔχω μισθὸν, ἀλλ' οἰκονομίαν πεπίστευμαι, δεικνὺς ὅτι καὶ αὐτὸς ἔχει μισθὸν, ἀλλὰ τοιοῦτον οἷον ὁ τὸ ἐπίταγμα ἐξανύσας, οὐχ οἷον ἐκεῖνος ἐκ τῶν ἑαυτοῦ φιλοτιμησάμενος, καὶ ὑπερβὰς τὸ ἐπίταγμα. «Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω.» Πάλιν ἄλλην τίθησιν ὑπερβολήν. Μέγα μὲν γὰρ καὶ τὸ μὴ λαβεῖν· τοῦτο δὲ πολὺ μεῖζον ἐκείνου. Τί δέ ἐστιν ὃ φησίν; Ὅτι οὐ μόνον οὐκ ἔλαβον οὐδὲ ἐχρησάμην τῇ ἐξουσίᾳ, ἀλλὰ καὶ ἐδούλωσα ἐμαυτὸν, καὶ δουλείαν μεγάλην καὶ παντοδαπήν· καὶ ἐδούλωσα ὑποκείμενος οὐδενὶ κατ' οὐδὲν, οὐδὲ ἀνάγκην ἔχων. Τοῦτο γάρ ἐστι τὸ ἐλεύθερος ὢν ἐκ πάντων. Καὶ γὰρ κηρύξαι μόνον ἐπετάττετο, καὶ καταγγέλλειν τὰ ἐμπιστεύοντα· τὸ δὲ μυρία μηχανήσασθαι. καὶ ἐπινοεῖν, λοιπὸν τῆς ἐκείνου σπουδῆς ἦν. «Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω.» Καὶ πῶς ἐγένετο, ἢ ὅτε περιέτεμεν Τιμόθεον, ἵνα καθέλῃ περιτομήν; ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἰουδαῖος, ἀλλ' ὡς Ἰουδαῖος. Οἰκονομία γὰρ τὸ πρᾶγμά ἐστι. «Τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω.» Ὅτε ἐξύρατο, ὅτε ἔθυσεν. Ἐγίνετο δὲ ταῦτα, οὐ τῆς γνώμης αὐτοῦ μεταβαλλομένης, ἀλλὰ τῆς ἀγάπης συγκαταβαινούσης. «Τοῖς ἀνόμοις ὡς ἄνομος· μὴ ὢν ἄνομος Θεῷ, ἀλλ' ἔννομος Χριστῷ.» Οἱ ἄνομοι, οὔτε