1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

161

αἰώνων. Εἰ παρὰ τὴν ἀρχὴν, φησὶ, τοῦτο ἐγένετο, εἶτα οὐδεὶς ἐπίστευσεν, ἔμενεν ἐν ἀπωλείᾳ τὸ γένος. Οὐ γὰρ ἦν δυνατὸν δεύτερον ἀποθανεῖν Χριστὸν, ἵνα πάλιν σωθῇ. Ἐπειδὴ δὲ ὕστερον πολλὰ ἦν τὰ ἁμαρτήματα, εἰκότως τότε ἀνεφάνη. Εἰς ἀθέτησιν ἁμαρτίας, Τί ἐστιν ἀθέτησις; ἀντὶ τοῦ, καταφρόνησις. Οὐκέτι παῤῥησίαν ἔχει ἡ ἁμαρτία. Ἠθέτηται γὰρ ἡ ἁμαρτία, ὀφείλουσα μὲν ἀπολαβεῖν κόλασιν, οὐκ ἀπολαβοῦσα δέ. Τουτέστι, βίαν ἔπαθεν· ὅτε προσεδόκησε πάντας ἀνελεῖν, τότε ἀνῃρέθη. ∆ιὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται. Ἐφανερώθη τῷ Θεῷ, καὶ προσῆλθεν. Καὶ καθόσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις· οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, Καὶ τὴν αἰτίαν λέγει, διὰ τί ἅπαξ ἀπέθανεν· ὅτι ἑνὸς θανάτου ἀντίλυτρον ἐγένετο. Ἀπέκειτο γὰρ, φησὶν, τοῖς ἀνθρώποις ἀποθανεῖν. Τοῦτο οὖν τὸ ἅπαξ ἀπέθανεν ὑπὲρ ἁπάντων, ἅπαξ προσενεχθείς· καὶ ὑπὸ τίνος ἢ ὑφ' ἑαυτοῦ δηλονότι; Ἐγὼ γὰρ, φησὶν, ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν. Ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις, εἰς σωτηρίαν.

ΚΕΦΑΛ. Ιʹ. Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, Ἐν τῇ πρώτῃ, φησὶν,

ὤφθη, εἰς τὸ ἆραι τὰς ἁμαρτίας ἡμῶν· ἐν δὲ τῇ δευτέρᾳ οὐκέτι οὕτω φανεῖται, ἀλλὰ σώσων τοὺς εἰς αὐτὸν πιστεύσαντας. Οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ' ἐνιαυτὸν ταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς, οὐδέποτε δύνανται τοὺς προσερχομένους τελειῶσαι. Ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρμένους· ἀλλ' ἐν αὐτοῖς ἀνάμνησις ἁμαρτιῶν κατ' ἐνιαυτόν. Ἀδύνατον γὰρ 95.976 αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας· διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει. Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας, τότε εἶπον, Ἰδοὺ ἐγώ. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι ὁ Θεὸς τὸ θέλημά σου. Τουτέστιν οὐκ αὐτὴν τὴν ἀλήθειαν. Λέγει δὲ τὰς θυσίας τῆς ἀφέσεως. Ἀνώτερον λέγων, ὅτι Θυσίαν, καὶ προσφορὰν, καὶ ὁλοκαυτώματα, καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας· αἵτινες κατὰ τὸν νόμον προσφέρονται· τότε εἴρηκεν· Ἰδοὺ ἥκω. ∆είκνυσιν ἐκ Μαρτυρίας Παλαιᾶς, ὅτι ἀφ' οὗ ἡ ἐπιδημία Χριστοῦ, πέπαυται τὰ τῶν θυσιῶν, εἰ καὶ δοκοῦσιν ἔτι προσφέρεσθαι. Ἀνεβάλλετο γὰρ πρὸς ὀλίγον, εἶτα ἐπήγαγεν αὐτῶν τὸ τέλος. Τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ Θεός. Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν, οἱ διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ. Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ' ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας· αὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ Τοῦ ἐμαυτὸν, φησὶν, ἐκδοῦναι Ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ ἅγιον· μετὰ γὰρ τὸ καὶ προειρηκέναι, Αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, ∆ιδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας. Ἐχθροὺς αὐτοῦ Ἰουδαίους λέγει, καὶ δαίμονας, καὶ πάντας τοὺς ἀντιπίπτοντας τῷ κηρύγματι. Ἔχοντες οὖν, ἀδελφοὶ, παῤῥησίαν, Ὥσπερ γὰρ αἰσχύνην, φησὶ, ποιεῖ τὰ ἁμαρτήματα, οὕτω παῤῥησίαν, τὸ πάντα ἀφεθῆναι ἡμῖν, καὶ συγκληρονόμους γενέσθαι, καὶ τοσαύτης ἀπολαῦσαι ἀγάπης. Εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισε ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς