1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

62

ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ, καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Πάλιν ἐπὶ τὰ τῆς παλαιᾶς πρόεισιν ἱστορίας· τὸ δὲ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, δεικνύοντός ἐστιν, ὡς οὐ σφόδρα ἦσαν ταῦτα πεπαιδευμένοι. Τίνος δὲ ἕνεκεν τὸ ὑπόδειγμα τίθησιν, ἢ ἵνα δείξῃ, ὅτι, ὥσπερ οὐκ ὤνησεν ἐκείνους τὸ τοσαύτης ἀπολαῦσαι δωρεᾶς, οὕτως οὐδὲ τούτους τοῦ βαπτίσματος τυχεῖν, καὶ μυστηρίων πνευματικῶν ἀπολαῦσαι, εἰ μὴ μέλλοιεν ἄξιον τῆς χάριτος ἐπιδείκνυσθαι βίον. ∆ιὸ καὶ τοῦ βαπτίσματος καὶ τῶν μυστηρίων παράγει τοὺς τύπους. Τί δέ ἐστι τὸ, εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν; Καθάπερ ἡμεῖς τῷ Χριστῷ πιστεύσαντες, καὶ τῇ ἀναστάσει αὐτοῦ, βαπτιζόμεθα, ὡς καὶ αὐτοὶ τῶν αὐτῶν κοινωνήσαντες· βαπτιζόμεθα γὰρ ὑπὲρ τῶν νεκρῶν, τουτέστι σωμάτων· οὕτω καὶ ἐκεῖνοι θαρσήσαντες τῷ Μωϋσῇ, τουτέστιν, ἰδόντες αὐτὸν διαβάντα πρῶτον, κατετόλμησαν καὶ αὐτοὶ τῶν ὑδάτων· ἀλλ' ἐπειδὴ βούλεται τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἀγαγεῖν, οὐ λέγει οὕτως, ἀλλὰ τοῖς τῆς ἀληθείας ὀνόμασι κέχρηται καὶ ἐπὶ τοῦ τύπου. Καὶ τοῦτο μὲν τοῦ λούτρου σύμβολον· τὰ δὲ μετὰ ταῦτα, τῆς 95.645 ἱερᾶς τραπέζης. Καθάπερ γὰρ ἡμεῖς τὸ σῶμα ἐσθίομεν τὸ ∆εσποτικὸν, οὕτω κἀκεῖνοι τὸ μάννα· καὶ ὥσπερ ἡμεῖς τὸ αἷμα πίνομεν τὸ ∆εσποτικὸν, οὕτω κἀκεῖνοι ὕδωρ ἐκ πέτρας. Εἰ γὰρ καὶ αἰσθητὰ ἦν τὰ διδόμενα, ἀλλὰ πνευματικῶς παρείχετο, οὐ κατὰ φύσεως ἀκολουθίαν, ἀλλὰ κατὰ δωρεᾶς χάριν· καὶ μετὰ τοῦ σώματος τὴν ψυχὴν ἔτρεφεν, εἰς πίστιν ἐνάγοντα. ∆ιὰ τοῦτο περὶ μὲν τῆς τροφῆς οὐδὲν εἶπεν· ἐξηλλαγμένη γὰρ ἦν· ἐπὶ δὲ τοῦ πότου, ἐπειδὴ ὁ τρόπος μόνος τῆς χορηγίας, μόνος ἦν παράδοξος, καὶ κατασκευῆς ἐδεήθη, διὸ εἰπὼν ὅτι τὸ αὐτὸ ἔπινον πόμα πνευματικὸν, ἐπήγαγεν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Οὐδὲ γὰρ ἡ τῆς πέτρας φύσις τὸ ὕδωρ ἠφίει. Ἢ γὰρ ἂν καὶ πρὸ τούτου ἀνέβλυσεν, ἀλλ' ἑτέρα τις πέτρα πνευματικὴ τὸ πᾶν εἰργάζετο, τουτέστιν ὁ Χριστὸς, ὁ παρὼν πανταχοῦ, καὶ πάντα θαυματουργῶν. ∆ιὰ γὰρ τοῦτο καὶ εἶπεν, ἀκολουθούσης. «Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός.» Καὶ μὴν πάντες ἀπώλοντο· ἀλλ' ἵνα μὴ δόξῃ καὶ τούτοις πανωλεθρίαν προφητεύειν, διὰ τοῦτο εἶπεν ὅτι πλείους. Ἐπειδὴ τοῖς περὶ γεέννης λόγοις οἱ πολλοὶ ἀπιστοῦσιν, ὡς μὴ παροῦσι, μηδὲ φαινομένοις, ἀπὸ τῶν ἤδη γεγενημένων δείκνυσιν ὅτι κολάζει τοὺς ἁμαρτάνοντας ὁ Θεὸς, κἂν μυριάκις ἀγαθὸς ᾖ. «Κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.» Τὴν ἄπιστον αὐτῶν ἀπώλειαν κατασημαίνει. «Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν, μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται.» Ἵνα μὴ λέγωσι· Καὶ τί πρὸς ἡμᾶς ἡ ἐκείνων ἀπώλεια; τοῦτο γὰρ δι' ἡμᾶς, ὥστε σωφρονεστέρους γενέσθαι τοῖς ὑποδείγμασιν ἐκείνοις. «Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν· μηδὲ πορνεύωμεν, καθώς τινες ἐπόρνευσαν αὐτῶν, καὶ ἔπεσαν ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.» Ὥσπερ ἐκεῖνοι, φησὶν, ἀπὸ τρυφῆς εἰς εἰδωλολατρείαν ἐξέβησαν, οὕτω δέος μὴ καὶ ὑμεῖς ἐντεῦθεν ἐκπέσητε. «Μηδὲ ἐκπειράζωμεν τὸν Κύριον, καθὼς καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Μηδὲ γογγύζετε, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις. Ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν.» ∆ιὰ τούτου ἕτερον αἰνίττεται ἔγκλημα, ὃ καὶ πρὸς τῷ τέλει τίθησιν, ἐγκαλῶν αὐτοῖς ὅτι περὶ σημείων ἐμάχοντο, καὶ τῶν πειρασμῶν δὲ ἕνεκεν· ἐξελοῖντο γὰρ, λέγοντες· Πότε ἥξει τὰ ἀγαθώτερα ἔπαθλα; 95.648 ∆ιὸ καί φησι· Μηδὲ γογγύζωμεν. Οὐδὲ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, τὸ πάσχειν ὑπὲρ Χριστοῦ, ἀλλὰ τὸ μετὰ ἡδονῆς πάντα πάσχειν ὑπὲρ Χριστοῦ. «Εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησαν.» Πάλιν ἐκφοβεῖ, τὰ τέλη λέγων, καὶ μείζονα τῶν γεγενημένων τὴν προσδοκίαν παρασκευάζων. «Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.» Πάλιν τὸν τύφον