1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

54

Κυρίου ἁπλῶς εἶπεν, Τὸν Κύριον ἤγειρεν· ἐπὶ δὲ τῶν ἡμετέρων σωμάτων προσέθηκεν τὸ, διὰ τῆς δυνάμεως αὐτοῦ, τῇ ἀξιοπιστίᾳ τῆς τοῦ ποιοῦντος ἰσχύος τοὺς ἀντιλέγοντας ἐπιστομίζων. Εἰ δὲ τῷ Πατρὶ τὴν ἀνάστασιν λογίζεται τοῦ Χριστοῦ, μηδὲν ὑμᾶς τοῦτο θορυβείτω. Οὐ γὰρ ὡς ἀτονοῦντος τοῦ Υἱοῦ τοῦτο τέθεικεν. Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ πάλιν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Καὶ ὁ Λουκᾶς ἐν τοῖς πράξεσί φησιν· Οἷς παρέστησεν ἑαυτὸν ζῶντα. Τίνος οὖν ἕνεκεν οὕτως φησίν; Ἵνα τοῦτο νοῇς, ὅτι καὶ τὰ τοῦ Υἱοῦ τῷ Πατρὶ λογίζεται, καὶ τὰ τοῦ Πατρὸς τῷ Υἱῷ. Ὡς γὰρ αὐτὸς ὁ Κύριός φησιν· Ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· σφόδρα δὲ εὐκαίρως ἐνταῦθα τῆς ἀναστάσεως ἐμνημόνευσεν, ταῖς ἐλπίσιν ἐκείναις καταστέλλων τῆς ἀδδηφαγίας τὴν τυραννίδα. «Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν;» Ἀπὸ τοῦ πεπορνευκότος ἐπὶ τὸν πλεονέκτην μεταβὰς, πάλιν ἀπὸ τούτου ἐπ' ἐκεῖνον ἔρχεται· οὐκέτι λοιπὸν αὐτῷ διαλεγόμενος, ἀλλὰ τοῖς ἄλλοις τοῖς μὴ πεπορνευκόσι, καὶ διὰ τούτου ἀσφαλιζόμενος μή ποτε περιπέσωσι τοῖς αὐτοῖς. «Ἆρα οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. Οὐκ οἴδατε, ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν. Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι.» Ἐπὶ τὸ φρικωδέστερον μεταφέρει τὸν λόγον. Οὐ 95.620 γὰρ εἶπε, συνάψω τῇ πόρνῃ, ἀλλὰ, ποιήσω πόρνης μέλη. «Φεύγετε τὴν πορνείαν.» Οὐκ εἶπεν, ἀπόσχεσθε πορνείας, ἀλλὰ, φεύγετε· τουτέστι μετὰ σπουδῆς ποιεῖσθε τὴν ἀπαλλαγὴν τοῦ κακοῦ. «Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν. Ὃ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Οὐκ οἴδατε, ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν. Ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ. Τοῦ Κυριακοῦ δηλονότι· ἐπειδὴ γὰρ πολὺν ἀνήλωσε λόγον, μέλη Χριστοῦ ὄντας δεικνὺς καὶ σῶμα αὐτοῦ, καὶ αὐτὸν ἔχειν κεφαλὴν, ἵνα μή τις ἐκεῖνο ὑπολάβοι, ὡς αὐτοῦ τοῦ Χριστοῦ τὸ σῶμα μιαίνεται, ἐὰν πορνεύσῃ ἄνθρωπος, λέγει· ὡς ὅταν τις κολλᾶται τῇ πόρνῃ, οὐκέτι οὐδὲ σῶμα, οὐδὲ μέλη Χριστοῦ ἐστιν, ἀλλ' εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· φεύγουσα γὰρ ἡ χάρις τὸν πορνεύοντα, ἀφαιρεῖται αὐτῷ τοῦ ἔτι εἶναι σῶμα Χριστοῦ, ὥστε συμβαίνειν αὐτῷ εἰς τὸν ἴδιον σῶμα τὴν ἁμαρτίαν ποιεῖν. Τί οὖν; ὁ ἀνδροφόνος, φησὶν, οὐχὶ τὴν χεῖρα μιαίνει; Τί δὲ ὁ πλεονέκτης καὶ ἅρπαξ; Παντί που δῆλον· ἀλλ' ἐπειδὴ εἰπεῖν οὐκ ἐνῆν, ὅτι πόρνου οὐδὲν χεῖρον, ἑτέρως αὐτὸ ηὔξησε λέγων, ὅτι ἐπὶ τῆς πορνείας ὁλόκληρον τὸ σῶμα γίνεται μιαρόν· ὥσπερ γὰρ εἰς λέβητα ἀκαθαρσίας ἐμπίπτων, καὶ τῷ μολυσμῷ βαπτόμενον, οὕτω φύρεται. Τοῦτο δὲ καὶ ἡμῖν ἔθος. Ἀπὸ γὰρ τῆς πλεονεξίας καὶ τῆς ἁρπαγῆς οὐκ ἄν τις σπουδάσειεν ἐπὶ βαλάνειον ἐλθεῖν, ἀλλὰ ἀδιαφόρως ἐπὶ τὴν οἰκείαν ἄνεισιν· ἀπὸ δὲ μίξεως πόρνης, καθάπερ ὅλως γενόμενος ἀκάθαρτος, ἐπὶ τὸ λούσασθαι ἔρχεται· οὕτως ἔχει τινὰ τὸ συνειδὸς ἀπὸ τῆς ἁμαρτίας ταύτης ὑπόληψιν αἰσχροτέραν. Ἀμφότερα μὲν οὖν χαλεπὰ, καὶ πλεονεξία καὶ πορνεία, καὶ εἰς γέενναν ἐμβάλλουσιν. Ἀλλ' ἐπειδὴ οἰκονομικῶς πάντα ὁ Παῦλος ἐποίει, οἷς εἶχεν, τούτοις ηὔξησεν τὸ τῆς πορνείας ἔγκλημα. Οὐχ ἁπλῶς εἶπε, πνεύματος, ἀλλὰ τοῦ ἐν ὑμῖν, ὅπερ ἦν καὶ παραμυθουμένου, καὶ τὸν δεδωκότα τέθεικεν, ὑψηλόν τε ὁμοῦ ποιῶν τὸν ἀκροατὴν καὶ φοβῶν· καὶ τῷ μεγέθει τῆς παρακαταθήκης καὶ τῇ ἀξίᾳ τοῦ παρακαταθεμένου. Πρὸς γὰρ ἐκείνους οὐ δυσχεραίνει, ἀλλὰ καὶ νομοθετεῖ περὶ αὐτῶν, λέγων· Ἔχοντες τροφὴν καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα· ἀλλὰ ταύτην βάλλει τὸ πρᾶγμα, καὶ τὴν διόρθωσιν αὐτοῦ μετὰ τὴν συμβουλὴν ἐπιτρέψας εὐχῇ. 95.621 Τοῦτο δὲ οὐκ ἐντρέποντος μόνον, ἀλλὰ καὶ βιαζομένου πρὸς ἀρετήν· τί γὰρ παραιτεῖς ἃ θέλεις, φησίν; οὐκ εἶ σαυτοῦ κύριος; διὸ καὶ ἐπήγαγεν· Ἠγοράσθητε τιμῆς.