1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

151

τῶν ἀγγέλων φημὶ, ἀλλὰ τῆς ἡμετέρας. ∆ιὰ τοῦτο δὲ εἶπεν, ἐπελάβετο, ἵνα δείξῃ διώκοντα αὐτὸν τοὺς ἀποστρεφομένους· ὡς πόῤῥω γὰρ ἡμᾶς φεύγοντας ἐπεσπάσατο. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Τί ἐστι κατὰ πάντα; Ἐτέχθη, φησὶν, ἐτράφη, ηὐξήθη, ἔπαθε, πάντα ἅπερ ἐχρῆν τελειώσας ἀπέθανεν. Τοῦτό ἐστι κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Ἐπειδὴ γὰρ πολλὰ διαλεχθεὶς περὶ τῆς μεγαλειότητος αὐτοῦ, καὶ τῆς ἄνω δόξης, λοιπὸν τὸν περὶ τῆς οἰκονομίας λόγον κινεῖ, μονονουχὶ λέγων· Ὁ οὕτω μέγας, ὁ ὢν ἀπαύγασμα τοῦ Πατρὸς, ὁ ὢν χαρακτὴρ τῆς ὑποστάσεως, δι' οὗ τοὺς αἰῶνας πεποίηκεν, ὁ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος, οὗτος ἠθέλησε, καὶ ἐσπούδακεν ἀδελφὸς ἡμῶν ἐν πᾶσι γενέσθαι· Ἐθέλησε, καὶ διὰ τοῦτο καὶ πρὸς ἡμᾶς κατῆλθεν, καὶ ἡμῶν ἐπελάβετο, καὶ μυρία εἰργάσατο ἀγαθά. Θάνατον ἔλυσεν, τὸν διάβολον τῆς τυραννίδος ἐξέβαλε, δουλείας ἀπήλλαξεν, Ἀρχιερεὺς γενέσθαι ἠθέλησε πρὸς τὸν Πατέρα. ∆ιὸ καὶ ἐπήγαγεν. Ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν. Τί δέ ἐστι, πιστός; Ἀληθὴς καὶ δυνάμενος. Τὰ δὲ πρὸς τὸν Θεὸν, ἐπήγαγε, τοῦτο δηλῶν, ὡς ἐκ πολεμουμένων τῷ Θεῷ, καὶ κατεγνωσμένων, καὶ τετιμωρημένων, οὐδεὶς ἦν ὁ προσοίσων ὑπὲρ ἡμῶν θυσίαν, ἀλλ' εἶδεν ἡμᾶς ἐν τούτοις ὄντας, καὶ ἠλέησεν, οὐ καταστήσας ἡμῖν ἀρχιερέα, ἀλλ' αὐτὸς γεγονὼς Ἀρχιερεὺς πιστὸς, ἵνα ἱλάσηται τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν, αὐτὸς πειρασθείς. Ὅμοιον ὡς εἰ λέγοι· Οὐκ ἀγνοεῖ τὰ πάθη τὰ ἡμέτερα· οὐχ ὡς Θεὸς μόνον οἶδεν αὐτὰ, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἔγνω διὰ τῆς πείρας, ἧς ἐπειράθη. Ἔπαθε πολλά· οἶδε συμπάσχειν, καίτοι γε ἀπαθὴς ὢν ὡς Θεός. ∆ύναται τοῖς πειραζομένοις βοηθῆσαι. Ὡς ἂν εἴποι τις· Μετὰ πολλῆς προθυμίας ὀρέξει χεῖρα, καὶ συμπαθήσεται.

ΚΕΦΑΛ. Γʹ Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν

Ἀπόστολον, καὶ Ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν τὸν Ἰησοῦν Χριστόν. Μέλλων αὐτὸν προθεῖναι τοῦ Μωϋσέως, καὶ σύγκρισιν ποιεῖσθαι, εἰς τὸν τῆς ἱερωσύνης νόμον τὸν λόγον ἤγαγεν. Ὁ δὲ τῆς ἱερωσύνης λόγος, εἰς τὴν οἰκονομίαν ἐκληφθείη ἄν. Τουτέστι τῆς πίστεως. 95.944 Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν. Ἀπόστολον καὶ Ἀρχιερέα. Οὐδὲν γὰρ περὶ οὐσίας φησὶν, ἀλλ' οὐδὲ περὶ θεότητος, ἀλλὰ τέως περὶ ἀξιωμάτων ἀνθρωπίνων. Ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται, καθ' ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου, ὁ κατασκευάσας αὐτόν. Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος. Τουτέστιν, ἐν τῷ λαῷ. Ὅτι καθάπερ τις ἐπίτροπος, καὶ οἰκονόμος ἦν ὁ Μωϋσῆς. Ὁ δὲ τὰ πάντα κατασκευάσας, Θεός. Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων. Οὗτος ἂν ᾖ ὁ Χριστός. Εἰς μαρτύριον τῶν λαληθησομένων. Εἰ οὐρανὸν καὶ γῆν, καὶ βουνοὺς μαρτυρεῖται Θεὸς, πολλῷ μᾶλλον ἀνθρώπους. Χριστὸς δὲ ἐπὶ τὸν οἶκον αὑτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν παῤῥησίαν, καὶ τὸ καύχημα ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν. Ὅρα πῶς ποιήματα καὶ ποιητὴν διίστησι· πῶς δοῦλον καὶ υἱὸν, καὶ ὃς μὲν εἰς τὰ πατρῷα ὡς δεσπότης εἰσέρχεται, ἐκεῖνος δὲ ὡς δοῦλος τὸν οἶκον ἐπετρόπευεν. Ἐπειδὴ ἐν ἐλπίσιν ἦν τὰ ἀγαθὰ, οὕτω δὴ αὐτὴν κατέχειν φησὶν, ὡς ἤδη καυχᾶσθαι, ὡς ἐπὶ γεγενημένοις. ∆ιὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη, διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τὰς καρδίας. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Περὶ ἐλπίδος αὐτῷ ἐστιν ὁ λόγος τῆς μελλούσης, ὅτι πάντως ἔσται