1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

166

κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη. Μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν. ∆ι' ὑπερβατοῦ ἐνταῦθα ὁ νοῦς. Τῷ τοίνυν θέλων κληρονομῆσαι τὴν ἐπαγγελίαν, σύναψον τὸ, μετὰ δακρύων αὐτὴν ἐκζητήσας, ἵνα ᾖ διάνοια ἡ αὕτη. Βουληθεὶς κληρονομῆσαι καὶ αὐτὸς ἐπαγγελίαν, φησὶ, καὶ μετὰ δακρύων αὐτὴν ταύτην ἐπαγγελίαν 95.992 ἐκζητήσας, ἀπεδοκιμάσθη, ὅτι μετανοίας οὐχ ηὗρε τόπον. Οὐ γὰρ μετενόησε, φησί. Πῶς γὰρ, ὃς ἔλεγεν, Ἐγγίσουσιν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ ἀποκτενῶ Ἰακὼβ τὸν ἀδελφόν μου; Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ. Ἐν πολλοῖς ἤδη συγκρίνας τὴν Νέαν τῇ Παλαιᾷ, καὶ δείξας ταύτην ἐκείνης πολὺ κρείττονα, πάλιν καὶ ἐνταῦθα κατ' ἐπιδρομὴν συγκρίνει, ἀντὶ Μωϋσέως τιθεὶς Ἰησοῦν, καὶ ἀντὶ λαοῦ μυριάδας ἀγγέλων, καὶ ἀντὶ ὄρους τὸν οὐρανόν. Καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῆς ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο, μὴ προστεθῆναι αὐτοῖς λόγον. Οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Καὶ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον· Μωϋσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἔντρομος. Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Ἅτε ὡς ἐπὶ βασιλέως τινὸς παρόντος. Τίνων δὲ, φησὶ, πρωτοτόκων, ἀλλ' ἢ τῶν πιστῶν; Εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον, τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς, οἱ τὸν ἀπ' οὐρανῶν ἀποστρεφόμενοι. Μωϋσέα λέγει· ὁ δὲ νοῦς οὗτος· Εἰ τὸν τὰ ἐπίγεια ἐπαγγελλόμενον παραιτησάμενοι οὐκ ἐξέφυγον (λέγει δὲ τὸν Μωϋσέα, ὅτι τυπικὰ πάντα ἦν ἐκεῖνα, οἷον ἀγροὶ καὶ κτήματα, καὶ γῆ Χαναναίων), πόσῳ μᾶλλον οἱ τὸν τὰ οὐράνια ἐπαγγελλόμενον παραιτησάμενοι, κολασθήσονται! Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται, λέγων· Ἔτι ἅπαξ, ἐγὼ σείω, Τουτέστιν καὶ ἡ κατὰ τὸ ὄρος Σινᾶ νομοθεσία ἐξάκουστος γέγονε, καὶ ἡ λύτρωσις, ἡ ἐξ Αἰγύπτου. Ὁ Θεὸς γὰρ, φησὶν, ἐκ τοῦ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, γῆ ἐσείσθη. Τουτέστιν, ἡ εἰς ἅπασαν ἥκουσα τὴν ὑπ' οὐρανόν. Οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν· τὸ δὲ, ἅπαξ, δηλοῖ, Τοῦτο λέγει, ὅτι ἡ τῆς καινῆς διαθήκης παράδοσις εἰρηνοποίησε τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ γῆς, καὶ ὅτι ἐγνωρίσθη διὰ τῆς Ἐκκλησίας ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. 95.993 Τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα· διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, Τοῦτό φησιν, ὅτι μετατέθεικεν τὸν νόμον εἰς πολιτείαν πνευματικήν. Ἔχομεν χάριν, δι' ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.

ΚΕΦΑΛ. ΙΓʹ. Ἡ φιλαδελφία μενέτω. Εὐχαρίστως, φησὶ, λατρεύωμεν, μὴ μετὰ γογγυσμῶν,

μηδὲ ἀποκακοῦντες ἐν ταῖς θλίψεσιν. Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ Οὐκ εἶπε, ξενοδοχίας, ἀλλὰ φιλοξενίας· τουτέστιν, Μὴ ἁπλῶς ξενοδοχεῖτε, ἀλλὰ μετὰ τοῦ φιλεῖν τοὺς ξένους. Ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Μιμνήσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι, τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. ∆ιὰ γὰρ τοῦτο ὁ μισθὸς τῷ Ἀβραὰμ δέδοται μέγας, ὅτι μὴ εἰδὼς ἀγγέλους αὐτοὺς ὄντας ἐξένισεν. Ἐπειδὴ εἰ ᾔδει, οὐδὲν θαυμαστόν. Ἀποτείνεται δὲ καὶ εἰς τὸν Λώτ. Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος. Πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω· ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ