1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

100

λέγει· Ἐπειδὴ βούλεσθε δοκιμάζειν, εἰ ἐν ἐμοὶ Χριστὸς οἰκεῖ· καὶ διὰ τοῦτό με κωμῳδεῖτε, ὡς εὐτελῆ καὶ εὐκαταφρόνητον, ἅτε ἔρημον ὄντα τῆς δυνάμεως ἐκείνης· εἴσεσθε, ὅτι οὐκ ἐσμὲν ἔρημοι, εἰ παράσχοιτε πρόφασιν· ὃ μὴ γένοιτο· οὐκ εἶπε δὲ, τοῦ ἐνοικοῦντος, ἀλλὰ, τοῦ λαλοῦντος, πνευματικὰ ὄντα δεικνὺς τὰ ῥήματα. Καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Τρία σημαίνει τὸ τῆς ἀσθενείας ὄνομα. Καὶ γὰρ ἀσθένεια λέγεται ἡ τοῦ σώματος ἀῤῥωστία, κατὰ τὸ εἰρημένον ὑπὲρ Λαζάρου· Κύριε, ἴδε ὃν φιλεῖς, ἀσθενεῖ. Καὶ πάλιν ἀσθενεῖ τῷ μὴ πεπηγέναι ἐν τῇ πίστει καλῶς, κατὰ τὸ εἰρημένον ἐν τῷ Παύλῳ· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις λογισμῶν. Καὶ πάλιν κατὰ τρίτον τρόπον ἀσθένειαι οἱ διωγμοὶ καὶ ἐπιβουλαί. Καὶ τοῦτο πάλιν ἔστιν ἐκ τοῦ Παύλου ἰδεῖν λέγοντος· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Κατὰ τοῦτον δὴ τὸν τρίτον τρόπον τὸ τῆς ἀσθενείας ἐκδέχεται ὄνομα. Λέγει οὖν, ὅτι Εἰ καὶ ἐσταυρώθη κίνδυνον ὑπομείνας καὶ ἐπιβουλὴν, ἀλλ' ὅμως οὐδὲν παρεβλάβη, ἀλλὰ δυνατός ἐστιν ὁ Θεὸς, εἰ καὶ διὰ τὴν οἰκονομίαν πέπονθεν ἑκών. Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς. Ἑαυτοὺς πειράζετε, εἰ ἐστὲ ἐν τῇ πίστει· ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χριστὸς Ἰησοῦς ἐν ὑμῖν ἐστιν; εἰ μή τι ἄρα ἀδόκιμοί ἐστε. Ἐλπίζω δὲ ὅτι γνώσεσθε, ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Τουτέστι, ∆ιωκόμεθα, ἐλαυνόμεθα, καὶ τὰ ἔσχατα πάσχομεν. Τουτέστι, διὰ τὸ κήρυγμα καὶ τὴν εἰς αὐτὸν πίστιν. Εὐχόμεθα δὲ πρὸς τὸν Θεὸν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν· οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε. Παρακαλῶ τὸν Θεὸν, φησὶ, μηδὲν εὑρεῖν ἀδιόρθωτον· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἁμαρτεῖν. Εἰ γὰρ μείνητε ἀμετανόητα ἁμαρτάνοντες, ἀνάγκη ὑμᾶς κολάζειν, καὶ δοῦναι δοκιμὴν τῆς δυνάμεως· ὃ καὶ ἐποίησαν ἐπὶ Σαπφείρας, καὶ τοῦ μάγου Ἐλύμα. Ἀλλ' οὐκ εὐχόμεθα τοῦτο, φησὶν, ἀλλὰ τοὐναντίον, ἵνα μήτε ὑμεῖς ἁμάρτητε, μήτε ἡμεῖς ὡς ἀδόκιμοι φανῶμεν. Τουτέστιν, Ἵνα μὴ οὕτω τὴν δοκιμὴν ἐπιδειξώμεθα τῆς δυνάμεως τῆς ἐν ἡμῖν, διὰ τὸ κολάζειν ὑμᾶς. καὶ τιμωρεῖσθαι ἁμαρτάνοντας, καὶ ἀνίατα νοσοῦντας. Ἀλλὰ τί; Ἵνα ὑμεῖς τὸ κακὸν ποιῆτε. Τοῦτο γὰρ εὐχόμεθα, στεφανωθέντας ὁρᾷν. 95.776 Ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. Οὐκ ἐπιδεικνύμενοι ἡμῶν τὴν τιμωρητικὴν δύναμιν. Καὶ οὐκ εἶπεν ἀδόκιμοι, ἀλλ' ὡς ἀδόκιμοι. Οὐ γὰρ ἔμελλεν εἶναι ἀδόκιμος, εἰ καὶ μὴ ἐκόλαζεν. Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας. Ὃ ἡ τοῦ πράγματος, φησὶν, ἀπαιτεῖ φύσις, τοῦτο ποιοῦμεν. Κἂν γὰρ ἴδωμεν ὑμᾶς εὐδοκιμοῦντας διὰ τῆς μετανοίας, οὐ δυνάμεθα κολάσαι λοιπόν. Ἀλλ' ὑπὲρ τῆς ἀληθείας. Χαίρομεν γάρ. Ὅταν νομιζώμεθα ἀσθενεῖς, οὐχ ὅταν ἐσμὲν ἀσθενεῖς. Ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε, Τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. ∆ιὰ τοῦτο ἀπὼν ταῦτα γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν, ἣν ὁ Κύριος ἔδωκέ μοι. Τουτέστι, δόκιμοι καὶ εὐάρεστοι. Εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν. Λοιπὸν, ἀδελφοὶ, χαίρετε. ∆είκνυσιν ὅτι οὐκ ἐπεθύμει τῇ ἐξουσίᾳ εἰς τὴν ἐκείνων χρήσασθαι τιμωρίαν. Καταρτίζεσθε. Τέλειοι γίνεσθε, φησὶ, πληροῦντες τὰ λείποντα. Παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ' ὑμῶν. Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι· ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ἀμήν. Τοῦτό φησιν, ἐπειδὴ πολλοὶ ἦσαν οἱ πειρασμοὶ, καὶ μεγάλοι οἱ κίνδυνοι. Ἐγράφη ἀπὸ Φιλίππων τῆς Μακεδονίας διὰ τοῦ Λουκᾶ καὶ Τίτου. Πρὸς Κορινθίους βʹ, στίχοι χιβʹ.