1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

71

σώματος. «Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους.» Κατάλογον ποιεῖται τῶν χαρισμάτων, καὶ πρώτους γε τάττει τοὺς ἀποστόλους, οἳ καὶ πανταχοῦ ἐν ἑαυτοῖς εἶχον τὰ χαρίσματα. «∆εύτερον προφήτας.» Καὶ γὰρ ἐν τῇ χάριτι ἦσαν οὗτοι προφητεύοντες, οἷον Ἄγαβος, καὶ οἱ μετ' αὐτοῦ. «Τρίτον διδασκάλους.» Ἐπισκόπους φησίν. Ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων.» Ὁ δύναμιν ἔχων, καὶ κολάζειν, καὶ ἰᾶσθαι ἠδύνατο. Ὁ δὲ χάρισμα ἰαμάτων ἔχων, ἐθεράπευε μόνον. Προτάττει δὲ τοῦ χαρίσματος τῶν ἰαμάτων τὸν λόγον τῆς διδασκαλίας. Μεῖζον γὰρ τὸ καταγγεῖλαι τὸν λόγον καὶ τὴν εὐσέβειαν εἰς τὰς τῶν ἀκουόντων ψυχὰς, τοῦ δυνάμεις ποιεῖν. «Ἀντιλήψεις.» Τὸ ἀντιλαμβάνεσθαι τῶν ἀσθενῶν. «Κυβερνήσεις.» Τὸ οἰκονομεῖν πνευματικά. Καὶ τὰ ἡμέτερα δὲ κατορθώματα πνευματικὰ λέγει, δεικνὺς ὅτι τῆς τοῦ Θεοῦ πανταχοῦ δεόμεθα βοηθείας. «Γένη γλωσσῶν.» Ὕστερον τίθησιν, ἐφ' ᾧ μάλιστα ἐκεῖνοι μέγα ἐφρόνουν, διδάσκων αὐτοὺς μὴ φυσιοῦσθαι. «Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; 95.676 μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσιν;» Ἐπειδὴ εἰκὸς ἦν ταῦτα ἀκούσαντας λέγειν, Καὶ διὰ τί μὴ πάντες ἀπόστολοι ἐγενόμεθα; Τοῦτό φησιν, ἐπιπληκτικώτερον χρώμενος τῷ λόγῳ· καὶ τοῦτο ἐκ τοῦ σώματος πάλιν κατασκευάζει. «Ζηλοῦτε τὰ χαρίσματα τὰ μείζονα, καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.»

ΚΕΦΑΛ. ΙΓʹ. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ

ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν, καὶ ἴδω τὰ μυστήρια ἅπαντα, καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, κἂν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.» Τοῦτο εἰπὼν, ᾐνίξατο αἰτίους ὄντας τοῦ τὰ ἐλάσσονα λαμβάνειν, καὶ κυρίους, εἰ βούλοιντο, τοῦ τὰ μείζονα. Ἔστι δὲ πολὺ μείζων ἡ ἀγάπη πάντων τῶν χαρισμάτων. Κατασκευάζει δὲ τοῦτο καὶ τὴν σύγκρισιν δεικνὺς, ὡς πάντα τὰ ἄλλα χαρίσματα οὐδέν ἐστι τῆς ἀγάπης ἀπούσης. Ὅρα δὲ πῶς αὐτὸ κατασκευάζει. Οὐ γὰρ εἶπεν, Ἐὰν ἴδω γλώσσας, ἀλλ' Ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἐὰν προφητεύω, ἀλλ' Ἐὰν ἴδω τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, μετὰ ἐπιτάσεως. Καὶ οὐκ εἶπε, ∆ῶ τὰ ὑπάρχοντα, ἀλλὰ ψωμίσω, ἵνα πρὸς τῇ δαπάνῃ καὶ διακονία προσῇ. Πάντα οὖν μετ' ἐπιτάσεως δείξας, δείκνυσι πολὺ ἥττονα τῆς ἀγάπης. Ὥστε εἰ μεγάλων χαρισμάτων ἐρᾶτε, τὴν ἀγάπην ἐπιτηδεύετε, φησί. Εἰκότως μείζων τῶν χαρισμάτων ἡ ἀγάπη· εἴ γε ταῦτα μὲν διέσχισαν, αὕτη δὲ ἑνοῖ τοὺς διαστάντας. Ὅρα πόθεν ἄρχεται, ἀπὸ τοῦ μεγάλου δοκοῦντος παρ' αὐτοῖς τοῦ τῶν γλωσσῶν, καὶ οὐ μόνον τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἀγγέλων. Γλῶτταν δὲ ἀγγέλων ἐνταῦθα, οὐχὶ σῶμα περιθεὶς ἀγγέλοις. Ἀλλ' ὃ λέγει τοιοῦτόν ἐστι· Κἂν οὕτω φθέγγωμαι, ὡς νόμος ἀγγέλοις πρὸς ἀλλήλους διαλέγεσθαι. Ὡς ὅταν λέγῃ, ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, οὐ γόνατα καὶ ὀστᾶ περιτιθεὶς τοῖς ἀγγέλοις ταῦτα λέγει, ἀλλὰ τὴν ἐπιτεταμένην προσκύνησιν διὰ τοῦ παρ' ἡμῖν σχήματος αἰνίξασθαι βούλεται. Οὕτω καὶ ἐνταῦθα γλῶσσαν ἐκάλεσε, τὴν πρὸς ἀλλήλους αὐτῶν ὁμιλίαν τῷ γνωρίμῳ παρ' ἡμῖν τρόπῳ ἐνδείξασθαι βουλόμενος. «Ἡ ἀγάπη μακροθυμεῖ.» Σκόπει, πῶς πρῶτον αὐτὴν τίθησι τὸ πάντων ἀστειότατον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; μακρο 95.677 θυμία; καὶ γὰρ ὅπλον ἐστὶν ἄμαχον πάντα διακρουόμενον τὰ λυπηρὰ ῥᾳδίως ἡ μακροθυμία. Μακροθυμία δὲ λέγεται, διὰ τὸ μακράν τινα καὶ μεγάλην ἔχειν ψυχήν. Τὸ γὰρ μακρὸν καὶ μέγα