1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

49

ἀπολαύετε, ἀλλὰ καὶ ὑβρίζεσθαι καὶ διώκεσθαι, ἅπερ ἡμεῖς πάσχομεν. Εἰ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τῶν ἀμοιβῶν ὁ καιρὸς οὗτος, ὑμεῖς μὲν οἱ μαθηταὶ, καὶ ἐβασιλεύσατε λοιπόν· ἡμεῖς δὲ οἱ διδάσκαλοι, καὶ πρὸ πάντων ὀφείλοντες λαβεῖν τὸν μισθὸν, οὐ μόνον ὑμῶν ἔσχατοι γεγόναμεν, ἀλλὰ καὶ ὡς ἐπιθανάτιοι, τουτέστι κατάδικοι, διόλου ἐν ἀτιμίαις καὶ κινδύνοις καὶ λιμῷ διάγομεν. Ὑβριζόμενοί τε, ὡς μωροὶ κατελαυνόμενοι, καὶ τὰ ἀνήκεστα ὑπομένοντες. Ταῦτα δὲ ἔλεγεν, ἵνα αὐτοὺς ἐκ τούτων ποιήσῃ συνιδεῖν, ὅτι τὰ τῶν ἀποστόλων ὀφείλουσι ζηλοῦν, τοὺς κινδύνους, καὶ τὰς ὕβρεις, οὐ τὰς τιμὰς καὶ τὰς δόξας. Οὐ γὰρ ἐκεῖνα, ἀλλὰ ταῦτα ἀπαιτεῖ τὸ κήρυγμα. «Ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις.» Οὐκ ἐν μιᾷ πόλει, φησὶν, ἢ ἐν μέρει τῆς οἰκουμένης ταῦτα πάσχομεν, ἀλλὰ πανταχοῦ καὶ ἐπὶ πάντων. Τὸ δὲ, καὶ ἀγγέλοις, τοῦτό ἐστι δηλοῦντος, ὡς τὰ ἡμῶν παλαίσματα τοιαῦτα, ὡς καὶ τῆς ἀγγελικῆς θέας ἄξια εἶναι. Ὅρα δὲ πῶς ἑαυτὸν ἐξευτελίζει· πῶς μέγα δείκνυσιν· ἀφ' ὧν δὲ ἐκεῖνοι μέγα φρονῶσι· πῶς αὐτοὺς εὐτελεῖς ἀποφαίνει. Ἐπειδὴ γὰρ τὸ μωροὺς εἶναι τοῦ φρονίμους φαίνεσθαι, καὶ τὸ ἀσθενεῖς εἶναι τοῦ ἰσχυροὺς γίνεσθαι, καὶ τὸ ἀτίμους εἶναι τοῦ ἐνδόξους ὁρᾶσθαι εὐτελέστερον εἶναι δοκεῖ· καὶ τὰ μὲν ἐκείνοις μέλλει ῥίπτειν, τὰ δὲ αὐτὸς κατεδέξατο· δείκνυσιν ὅτι ταῦτα ἐκείνων ἀμείνω, εἴ γε διὰ ταῦτα μὴ μόνον ἀνθρώπων, ἀλλὰ καὶ αὐτὸν τῶν ἀγγέλων τὸν δῆμον πρὸς τὴν θέαν ἐπέστρεψεν τὴν ἑαυτῶν. «Ἡμεῖς μωροὶ διὰ Χριστὸν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ. Ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί. Ὑμεῖςἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν.» Πάλιν καὶ τοῦτο ἐντρεπτικῶς εἶπεν· ἐπειδὴ γὰρ αὐτοὶ μὲν ἐτύπτοντο καὶ ἠτιμάζοντο, ἐκεῖνοι δὲ ἐτιμῶντο καὶ σοφοὶ ὑπωπτεύοντο, πῶς ἔνι, φησὶ, 95.604 τοὺς τὰ τοιαῦτα κηρύττοντας ἐν τοῖς ὑπεναντίοις ὑποπτεύεσθαι εἶναι. Τουτέστιν, Οὐ παλαιὰ διηγοῦνται πράγματα, ἀλλ' ἅπερ καὶ ὁ παρών μοι καιρὸς μαρτυρεῖ. -Πρὸς τοὺς τρυφῶντας. -Ἐλαυνόμεθα, φησὶ, πρὸς τοὺς πλουτοῦντας. -Πρὸς τοὺς ψευδοαποστόλους, τοὺς οὔτε ἐργάζεσθαι, οὔτε κινδυνεύειν ἀνεχομένους, ἀλλὰ καρπουμένους ἑαυτούς. «Λοιδορούμενοι, εὐλογοῦμεν· διωκόμενοι, ἀνεχόμεθα· δυσφημούμενοι, παρακαλοῦμεν, ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν.» Οὐκ ἔχει τις εἰπεῖν, φησὶν, ὅτι ἐπὶ τούτοις δυσχεραίνομεν. Τοῖς γὰρ ἐναντίοις τοὺς κακῶς ποιοῦντας ἀμειβόμεθα· καὶ μέγα ἐστὶ τὸ κακῶς πάσχοντας φέρειν γενναίως· ἡμεῖς οὐ μόνον τοῦτο κατορθοῦμεν, ἀλλὰ καὶ χαίρομεν καὶ ἀγαλλόμεθα. «Πάντων περίψημα ἕως ἄρτι.» Οὐ τῶν διωκόντων, ἀλλὰ τῶν δι' οὓς ταῦτα πάσχομεν. «Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ.» Ἐπειδὴ εἶδεν ἀφόρητον τὴν πληγὴν, ταχέως αὐτὴν ἐθεράπευσεν. Οὐχ ὡς καταισχύνων ὑμᾶς, φησὶ, ταῦτα λέγω. Λέγει γὰρ πεποιηκέναι μὲν, οὐ μὴν διανοίᾳ πονηρᾷ καὶ μισούσῃ, ἀλλὰ μᾶλλον φιλούσῃ καὶ ἐπανορθοῦν βουλομένῃ. «Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Οὐ τὸ ἀξίωμα ἐνταῦθα ἐμφαίνει, ἀλλὰ τῆς ἀγάπης τὴν ὑπερβολήν· καὶ οὐδὲ ἐκείνους ἔπληξεν τὸ, ἐν Χριστῷ, προσθεὶς, καὶ συγχωρήσας ἐκείνοις πολλὰ περὶ αὐτῶν πεποιηκέναι· τοῦτο γὰρ ὁ παιδαγωγός· τὴν τῆς ἀγάπης ὑπερβολὴν ἑαυτῷ ταμιεύεται. Τοιοῦτον γὰρ ὁ πατήρ. -Οὐκ ἐμαυτῷ τοῦτο λογίζομαι. Πάλιν δὲ τοὺς ἑαυτοῖς ἐπιφημίζοντας τὴν διδασκαλίαν πλήττει. «Παρακαλῶ οὖν ὑμᾶς· μιμητάς μου γίνεσθε.» Οὐκ ἐπαίρων ἑαυτὸν ταῦτά φησιν, ἀλλὰ δεικνὺς εὔκολον οὖσαν τὴν ἀρετήν. «∆ιὰ τοῦτο ἔπεμψα ὑμῖν τὸν Τιμόθεον.» Ἐπειδὴ ὡς τέκνων φείδομαι. «Ὅς ἐστί μου τέκνον ἀγαπητὸν, καὶ πιστὸν ἐν Κυρίῳ.» Τοῦτό φησιν, τὴν ἀγάπην, ἐμφαίνων, κἀκείνους κατασκευάζων αἰδεσίμως αὐτὸν ἰδεῖν. Καὶ οὐχ ἁπλῶς εἶπεν πιστὸν, ἀλλὰ ἐν Κυρίῳ· τουτέστιν ἐν τοῖς κατὰ Κύριον πράγμασιν «Ὃς ὑμᾶς