1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

139

καὶ πιστὸν διάκονον, καὶ σύνδουλον ἐν Κυρίῳ καλεῖ, καὶ διδασκαλικῆς χάριτος τετυχηκότα. ∆είκνυσιν ἐπὶ παρακλήσει τῶν Ἐκκλησιῶν ἀποστέλλων αὐτὸν ἀπὸ τῆς Ῥώμης σὺν Ὀνησίμῳ πολίτῃ Κολοσσαέων ὄντι, καὶ οἰκείως πρὸς τοὺς Ἰουδαίους ἀποστελλομένῳ. Ἀρίσταρχος ὁ συναιχμάλωτός μου. Οὗτός ἐστιν ὁ ἐκ τῆς Θεσσαλονίκης συναπάρας τῷ Παύλῳ. Ἐπεὶ οὖν καὶ δεσμώτῃ συνεξῆλθεν, ὥσπερ αἰχμαλώτῳ παρὰ τοῖς ἔθνεσιν ὄντι, συναιχμάλωτον καλεῖ. Καὶ Μάρκος ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε ἐντολὰς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν· καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς. 95.904 Οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. Καὶ ἡ πρὸς Βαρνάβαν συγγένεια συνίστησι τὸν ὀνομαζόμενον Μάρκον. Γνωριμώτερος γὰρ ὁ Βαρνάβας. Ἰησοῦν δὲ ἐπάγει τὸν λεγόμενον Ἰοῦστον, ἴσως ἐπονομαζόντων αὐτὸν οὕτω τῶν πιστῶν δι' εὐλάβειαν τὴν περὶ τὸ ὄνομα Σωτῆρος. Ἐκ περιτομῆς δὲ τούτους ὄντας, παρηγορίαν ἑαυτῷ φησιν εἶναι διὰ τὴν ἀπώλειαν τῶν συγγενῶν. Πενθοῦντι γὰρ ἐπὶ τοῖς ἀπολωλόσι, παραμύθιον οἱ σωζόμενοι. Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι, καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ. Μαρτυρῶ γὰρ αὐτῷ, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱεραπόλει. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς, καὶ ∆ημᾶς. Ἀσπάζεσθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νυμφᾶν. Ἐργάζεταί τι καὶ ἡ κατὰ γένος, καὶ ἡ κατὰ πατρίδα οἰκειότης, ἔτι δὲ καὶ ἡ κατὰ τὴν διδασκαλίαν. Ταῦτα δὲ πάντα ὑπῆρχε τῷ Ἐπαφροδίτῳ πρὸς τοὺς Κολοσσαέας. Τὴν οὖν τῶν εὐχῶν σπουδὴν δείκνυσιν ἐν τῷ περὶ τούτων διηγήματι. Καὶ τὴν κατ' οἶκον αὐτοῦ Ἐκκλησίαν. Καὶ ὅταν ἀναγνωσθῇ παρ' ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε, ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ. Προτρέπει καὶ τὴν κατ' οἴκους ἀσκεῖσθαι τὰ τῆς θεοσεβείας, ἐκκλησίας καλῶν καὶ τοὺς οἴκους. Καὶ τὴν ἐκ Λαοδικείας, ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Τὴν πρὸς Τιμόθεον πρώτην λέγει. Τινές φασιν, ὅτι οὐχὶ τὴν Παύλου πρὸς αὐτοὺς ἀπεσταλμένην. Οὐ γὰρ λέγει, τὴν πρὸς Λαοδικέας, ἀλλὰ τὴν παρ' αὐτῶν Παύλῳ ἐκ Λαοδικείας γραφεῖσαν Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. ∆ιακονικήν τινα φροντίδα προστεταγμένον, τοῦτον ἀναμιμνήσκει πληροῦν τὸ ἐπίταγμα, καὶ τοῦτο ἐν Κυρίῳ, ἵνα μηδὲν ἑτέρως, μήτε μέγα, μήτε μικρὸν γίνηται, ἀλλ' ἢ κατὰ Θεόν. Μνημονεύετέ μου τῶν δεσμῶν. Οὐκ αἰσχύνεται τοῖς δεσμοῖς, ἀλλὰ καὶ ἀγάλλεται· καὶ τούτων ἕνεκα μνήμης ἄξιον ἑαυτὸν οἶδεν ὄντα. Ἡ χάρις μεθ' ὑμῶν. Ἀμήν. Οἶδε γὰρ ἀναμνήσων αὐτοὺς, ὅτι διὰ ταύτης σέσωσται τὸ τῶν ἀνθρώπων γένος. Πρὸς Κολοσσαεῖς ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ καὶ Ὀνησίμου. Στίχων σηʹ. 95.905

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ

Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἀκούσας ὁ Ἀπόστολος θλιβομένους Θεσσαλονικεῖς, καὶ δειλιάσας μήποτε μετατεθῶσιν ἀπὸ τῆς πίστεως, πέμπει Τιμόθεον πρὸς αὐτοὺς ἀπὸ τῶν Ἀθηνῶν. Ἐκείνου δὲ ἐλθόντος καὶ ἀπαγγείλαντος, ὡς εἰσὶν ἑδραῖοι, χαίρων γράφει πρὸς αὐτούς. Ἅμα δὲ ἀκούσας ὅτι περὶ τὸν βίον ἐλαττώματά τινα εἶχον, καὶ πρὸς ταῦτα γράφει. Καὶ αὕτη μὲν ἡ ὑπόθεσις τῆς Ἐπιστολῆς. Τὸ δὲ προοίμιον ἐκ