1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

85

ἁπλῶς δὲ τὸ μὴ εἶναι δόξαν κατασκευάζει. ∆ιὸ ἐπάγει, ἐν τούτῳ τῷ μέρει, τουτέστιν κατὰ τὸν τῆς συγκρίσεως λόγον. Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παῤῥησίᾳ χρώμεθα, καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ. Ἐπεὶ τοσαῦτα καὶ τηλικαῦτα ἀκούσας ὁ ἀκροατὴς περὶ τῆς καινῆς ἐζήτει, καὶ ὀφθαλμοφανῶς τὴν δόξαν ταύτην ἰδεῖν, ὅρα ποῦ αὐτὸν ἐξακοντίζει πρὸς τὸν μέλλοντα αἰῶνα. Πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ, εἰς τὸ τέλος τοῦ καταργουμένου. Οὐ χρεία καλύπτεσθαι ἡμᾶς, φησὶ, καθάπερ Μωϋσῆς. ∆υνατοὶ γὰρ ἡμεῖς ἰδεῖν εἰς τὴν δόξαν ταύτην, ἣν περικείμεθα, καίτοι πολλῷ μείζονα οὖσαν ἐκείνης. Ἀλλ' ἐπωρώθη τὰ νοήματα αὐτῶν. Τὰ μέλλοντα, φησὶ, προέγραψεν ὁ νόμος. Οὐ γὰρ μόνον τότε οὐκ εἶδον, ἀλλ' οὐδὲ νῦν ὁρῶσι τὸν νόμον· καὶ ἡ αἰτία παρ' αὐτοῖς. Ἡ γὰρ πώρωσις, γνώμης ἐστὶν ἀναισθήτου καὶ ἀγνωμοσύνης. Ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης μένει μὴ ἀνακαλυπτόμενον. Τί θαυμάζετε, φησὶν, εἰ τὴν δόξαν ταύτην ἰδεῖν οὐ δύνανται, ὅπου γε καὶ τὴν ἐλάττω τὴν Μωϋσέως οὐκ εἶδον, οὔτε εἰς τὸ πρόσωπον ἀτενίσαι ἰσχύσαντο ἐκείνου; Τί δὲ ταράττεσθε εἰ οὐ πιστεύουσιν Ἰουδαιοῖ Χριστῷ, ὅπου γε οὐδὲ τῷ νόμῳ νομίμως; ∆ιὰ γὰρ τοῦτο καὶ τὴν χάριν ἠγνόησαν, ἐπειδὴ οὐδὲ τὴν Παλαιὰν ∆ιαθήκην εἶδον, οὐδὲ τὴν ἐν αὐτῇ δόξαν. ∆όξα γὰρ νόμου, τὸ πρὸς Χριστὸν ἐπιστρέψαι. 95.724 Ὅτι ἐν Χριστῷ καταργεῖται· ἀλλ' ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Τοῦτο, φησὶν, οὐ δύνανται εἰδεῖν, ὅτι πέπαυται, ἐπειδὴ τῷ Χριστῷ οὐ πιστεύουσιν. Εἰ γὰρ διὰ Χριστοῦ πέπαυται, πῶς οἱ μὴ δεχόμενοι τὸν Χριστὸν δυνήσονται εἰδεῖν, ὅτι οὐ κατήργηται ὁ νόμος; Ἡνίκα δὲ ἀνεπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. ∆είκνυσι τὸν τρόπον τῆς διορθώσεως. Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, Ἡμεῖς, φησὶν, οὐκ ἐδεήθημεν καλύμματος ὥσπερ ἐκεῖνοι. Τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ἅμα τε γὰρ βαπτιζόμεθα, καὶ ὑπὲρ τὸν ἥλιον ἦ ψυχὴ λάμπει τῶν καθαιρομένων· καὶ οὐ μόνον ὁρῶμεν εἰς δόξαν τοῦ Θεοῦ, ἀλλὰ κἀκεῖθεν δεχόμεθά τινα τὴν ἀστραπὴν, ὥσπερ εἰ ἄργυρος καθαρὸς πρὸς τὰς ἀκτῖνας κείμενος, καὶ αὐτὸς ἀκτῖνας ἐκπέμψειεν.

ΚΕΦΑΛ. ∆ʹ. ∆ιὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ

ἐκκακοῦμεν. Αἰσθόμενος τῆς ὑπερβολῆς καὶ τοῦ μεγέθους τῶν εἰρημένων, μετριάζει πάλιν, καὶ ταῦτα ἀπὸ ἐλέους ἔχειν λέγων, καὶ φιλανθρωπίας Θεοῦ. Ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες. Οὐκ ἐπαγγελλόμεθα, φησὶ, καὶ ὑπισχνούμεθα μεγάλα, ἕτερα δὲ ἐπὶ τῶν ἔργων φέρομεν, καθάπερ ἐκεῖνοι· ἀλλὰ τοιοῦτοί ἐσμεν, οἷον ὁρώμεθα. Ἐν πανουργίᾳ. ∆όξαν γὰρ εἶχον μὴ λαμβανόντων ἐκεῖνοι, καὶ ἐλάμβανον, καὶ ἔκρυπτον· δόξαν εἶχον ἁγίων καὶ ἀποστόλων δοκίμων. Ἦσαν δὲ μυρίων γέμοντες κακῶν, ἀλλ' ἡμεῖς τούτοις ἀπειπάμεθα, φησίν. Ταῦτα γὰρ καὶ κρυπτὰ αἰσχύνης καλεῖ. Μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων, ἐνώπιον τοῦ Θεοῦ. Καὶ οὐκ ἐν τῷ βίῳ, φησὶ, μόνον τούτῳ, ἀλλὰ καὶ ἐν τῷ κηρύγματι. Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον. Ἐπειδὴ οἱ ἄπιστοι ἠγνόουν αὐτοῦ τὴν ἰσχὺν, ἐπήγαγεν, ὅτι οὐχ ἡμῶν τοῦτο ἔγκλημα, ἀλλὰ τῆς ἐκείνων ἀναισθησίας. Ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου, ἐτύφλωσε τὸ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν 95.725 φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Τουτέστιν, ὁ νομισθεὶς ἐν τῷ αἰῶνι τούτῳ Θεός. Λέγει δὲ τὸν Σατανᾶν. Οὐ γὰρ