1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

5

τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιοῦσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος· οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων. Ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ ἐν ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ.» Ἄνω μνησθεὶς τῆς κρίσεως τοῦ Θεοῦ, ἐνταῦθα σαφῶς ἐκκαλύπτει, ὡς Χριστός ἐστιν ὁ κρίνων ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Αὐτῷ γὰρ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ Πατήρ· τοῦτο δὲ ποιεῖ, τῶν τῆς Καινῆς ∆ιαθήκης δογμάτων ἀνοίγων αὐτοῖς τὴν ὁδόν. «Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου· πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει.» Συγκρίνας τὸν Ἰουδαίων τοῖς Ἕλλησιν, καὶ σφόδρα καταπαλαίσας, μικρὸν ὑφαιρεῖ τοῦ βάρους. Ὥσπερ τινὸς ἀντιπίπτοντος καὶ λέγοντος αὐτοῦ. Ποῦ οὖν τὰ σεμνὰ τῶν Ἰουδαίων; ∆είκνυσιν οὖν ὄνομα μόνον. τὰς αὐτούς. Μᾶλλον μὲν οὖν καὶ ἐν αὐτοῖς τούτοις ἐν οἷς ἐφρόνουν μέγα, τιμωρίας ἀξίους. Ὅρα δὲ πῶς πλαγίως πλήσσει πανταχοῦ· εἰ καὶ καυχᾶσαι ἐν νόμῳ, ἀλλ' οὐ πράττεις τὰ τοῦ νόμου· καὶ τὸ, πέποιθας σεαυτὸν, πάλιν λέγων· ὡς· μὴ ὄντα μὲν τοῦτο ὅπερ ἐκεῖνος λέγει, προβαλλόμενον δὲ καὶ ὥσπερ ἁρπάζων τὰ ῥήματα μόνον ἁρπάζει τὴν τιμήν. «Παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα μόρφωσιν τῆς γνώσεως, καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ.» Μέγα γὰρ κατέτρεχον τῶν προσηλύτων, δι' αὐτὸ τοῦτο τὸ δοκεῖν εἶναι διδάσκαλοι. «Ὁ οὖν διδάσκων τὸν ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις;» Βαρυτέραν ἀπεργάζεται τοῦ Ἰουδαίου τὴν τιμωρίαν, ἐν τούτοις αὐτὸν παραβάτην ἀποφαίνων, ἐν οἷς ἑτέρων εἶναι διδάσκαλος ἀξιοῖ. 95.457 «Ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς;» Εἰς τοσαύτην γὰρ μανίαν χρημάτων ἔρωτος προέβησαν, ὡς εἰδωλικῶν ἅπτεσθαι χρημάτων. «Ὃς ἐν νόμῳ καυχάσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, καθὼς γέγραπται.» Ἐν ἑτέροις εἴδεσι δείξας παράνομον, ἐνταῦθα καὶ καθολικώτερον ἐπάγει τὴν παρανομίαν, αὐτοῦ τοῦ νόμου εἰς μέσον φέρων τὸ ὄνομα. Καὶ σαφῶς αὐτοῦ παραβάτην τῶν Ἰουδαίων ἀποδείκνυσιν, ὡς καὶ αἴτιον γινόμενον τοῦ βλασφημεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ. «Περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς, ἐὰν δὲ παραβάτης νομοῦ ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. Ἐὰν οὖν ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσει, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου.» ∆είξας ὡς οὐδὲν χρήσιμος αὐτοῖς ὁ νόμος, μᾶλλον δὲ ὡς καὶ κολάσεως αὐτοῖς αἴτιος, ὥσπερ ἀντιπιπτούσης ἀντιθέσεως, τί οὖν; οὐδὲν ἡ περιτομή; Ὅρα πῶς καὶ ταύτην κωλύει, πάλιν αὐτὴν ἀποφαίνων περιττὴν, καὶ τῶν ἀκροβύστων διαφέρουσαν οὐδὲν, μὴ πληρουμένων τῶν ἐντολῶν τοῦ νόμου. Τὰ γὰρ τοῦ νόμου προστάγματα ἀδύνατον τελειοῦσθαι ἦν. Ὥσπερ δὲ ἐν τοῖς ἀνωτέρω τὸν ἀκρόβυστον μετὰ τοῦ Ἰουδαίου συνέκρινεν· οὕτω καὶ ἐνταῦθα μετὰ περιτομῆς δεικνὺς, κατὰ τοῦτο πολὺ λιπόμενον τὸν ἔχοντα τὴν περιτομήν. «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ, Ἰουδαῖός ἐστιν· οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ.» Ἐπειδὴ πάντα σωματικὰ ἦν τὰ κατὰ νόμον, περιτομὴ καὶ θυσία, καὶ σώματος ῥαντισμοὶ, ὅρα πῶς ταῦτα προφανῶς ἀναιρεῖ, οὐκέτι λεληθότως, λέγων ὅτι ἔνδον ἐστὶν ἡ περιτομὴ, καὶ ἔνδον ἐστὶν ὁ Ἰουδαῖος, ὥσπερ καὶ ἔνδον ἐστὶν ὁ νόμος. Τί οὖν καυχᾶσαι, φησὶ, καὶ τὰ σαρκὸς ἐπιτελῶν μεγαλοφρονεῖς; Οὐ γὰρ ἐπὶ τούτοις ἔπαινος κεῖται ἐκ τοῦ Θεοῦ.

ΚΕΦΑΛ. Γʹ.