1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

66

ὅτι πάσῃ τῇ οἰκουμένῃ ἀντιπίπτουσι, καὶ ἐναντιοῦνται οἱ μὴ εἴκοντες. «Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ.» Ἐφ' ἕτερον μεταβαίνει ἔγκλημα. Τοῦτο δέ ἐστι, τὸ κοινῇ συνιόντων αὐτῶν εἰς ἑστίασιν, ἐξουθενεῖσθαι παρὰ τῶν πλουσίων τοὺς πένητας. Τοῦτο δὲ τὸ ἔθος, ἄνω μὲν ἦν, ἐπὶ τῶν τρισχιλίων καὶ πεντακισχιλίων τῶν ἐξ ἀρχῆς πιστευσάντων· οὐ μὴν ἔσωσεν ἐπὶ τῶν ὕστερον τῶν νῦν ἐγκαλουμένων τὴν ἀκρίβειαν. Ἐπεὶ οὖν διεσπάσθη τὸ ἔθος τοῦτο κάλλιστον ὂν (καὶ γὰρ ἀγάπης ὑπόθεσις ἦν), πληκτικῶς κέχρηται τῷ λόγῳ, βοῶν, ὅτι Οὐκ ἀποδέχομαι ὑμᾶς, ὅτι εἰς ἀνάγκην με κατεστήσατε συμβουλῆς· οὐδὲ ἐπαινῶ, ὅτι ἐδεήθητε διδασκάλου εἰς τοῦτο. «Ὅτι οὐκ εἰς τὸ κρεῖσσον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε· πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν Ἐκκλησίᾳ.» Τουτέστιν, ὅτι οὐκ εἰς ἐπίδοσιν ἀρετῆς. ∆έον γὰρ ἐπιδοῦναι, καὶ πλείονα γενέσθαι τὴν φιλοτιμίαν· ὑμεῖς καὶ τὸ ἤδη κρατῆσαν ἔθος ἄκυρον ἐπεδείξατε, καὶ παραγγελίας ἐδεήθητε παρ' ἐμοῦ, ἵνα εἰς τὴν προτέραν ἐπανέλθητε τάξιν. «Ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν.» Ἵνα μὴ δόξῃ διὰ τοὺς πένητας μόνον ταῦτα λέγειν, οὐκ εὐθέως εἰς τὸ περὶ τῶν τραπεζῶν ἐμβάλλει λόγον, ὥστε μὴ εὐκαταφρόνητον ποιῆσαι τὴν ἐπίπληξιν. ∆ιό φησιν· Ἀκούω ἐν ὑμῖν σχίσματα ὑπάρχειν. Καὶ οὐκ εἶπεν· Ἀκούω ὑμᾶς κατ' ἴδια ἑστιάσασθαι, καὶ μὴ μετὰ τῶν πενήτων. «Καὶ μέρος τι πιστεύω.» Ἵνα μὴ λέγωσιν, ὅτι Ψεύδονται οἱ διαβάλλοντες, οὔτε ὅτι Πιστεύω, εἶπεν, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ· οὔτε πάλιν, ὅτι Ἀπιστῶ, ἵνα μὴ δόξῃ μάτην ἐπιτιμᾷν· ἀλλ' ἐκ μέρους εἶπεν πιστεύειν, ἐναγωνίους αὐτοὺς ποιῶν, καὶ εἰς τὴν τῆς διορθώσεως καλῶν ἐπάνοδον. «∆εῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι.» Αἱρέσεις ἐνταῦθα, οὐ τὰς τῶν δογμάτων, ἀλλὰ τὰς τῶν σχισμάτων φησί. Τοῦτο δὲ λέγει, οὐκ ἀνάγκην τινὰ καὶ βίαν ἐφιστὰς τῷ βίῳ, ἀλλὰ τὸ πάντως ἐσόμενον ἐκ τῆς πονηρᾶς τῶν ἀνθρώπων γνώμης προλέγων, ὅπερ ἤμελλε γίνεσθαι, οὐ διὰ τὴν αὐτοῦ πρόῤῥησιν, ἀλλὰ διὰ τὴν τῶν ἀνιάτως ἐχόντων γνώμην. 95.660 Οὐ γὰρ ἐπειδὴ προεῖπεν, ἐγένετο, ἀλλ' ἐπειδὴ πάντως ἔμελλε γενέσθαι, διὰ τοῦτο προεῖπεν. «Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.» Ἵνα λάμψωσι μειζόνως. Ὃ δὲ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν, ὅτι Τοὺς δοκίμους καὶ στερεοὺς, οὐ μόνον οὐδὲν τοῦτο παραβλάπτει, ἀλλὰ καὶ δείκνυσι μᾶλλον, καὶ λαμπροτέρους ἀποφαίνει· τὸ γὰρ, ἵνα, οὐκ αἰτιολογίας ἐστὶν, ἀλλὰ πολλαχοῦ, καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως· οἷον ὅταν ὁ Χριστὸς λέγῃ· Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ μὴ βλέποντες τυφλοὶ ὦσι. Καὶ μὴν οὐ διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται, ἀλλὰ τὸ ἐναντίον, ἵνα οἱ τυφλοὶ βλέψωσι· συνέβη δὲ τοῦτο. Οὕτω καὶ ἐνταῦθα γνῶναι δεῖ τὸ, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. «Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ, οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν.» Οὐκ εἶπε, συνερχομένων ὑμῶν, οὐκ ἔστι κοινῇ φαγεῖν, ἀλλὰ πάλιν ἑτέρως καὶ πολὺ φοβερῶς αὐτῶν καθάπτεται, εἰς ἐκείνην αὐτοὺς παραπέμπων τὴν ἑσπέραν, ἐν ᾗ τὰ σεπτὰ καὶ φρικτὰ μυστήρια παρέδωκεν ὁ Χριστός. «Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν.» Ὅρα πῶς δείκνυσιν αὐτοὺς ἑαυτοὺς καταισχύνοντας, ὅπου γε τὸ Κυριακὸν ἰδιωτικὸν ποιοῦσιν. Λέγει οὖν, ὡς δεῖ τὸ Κυριακὸν δεῖπνον κοινὸν εἶναι. «Καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.» Εἰρηκὼς, προλαμβάνει καὶ ἠρέμα πλήξας, εἰς λαιμαργίαν ἐπάγει, καὶ τὸ ἑξῆς πληκτικὸν ὂν, τὸ μεθύειν, ἅπερ ἀμφότερα ἀμετρίας ἦν. «Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε;» Ὅρα πῶς ἀπὸ τῆς τῶν πενήτων ὕβρεως ἐπὶ τὴν Ἐκκλησίαν μετήγαγε τὸ ἔγκλημα, ἵνα φορτικώτερον ποιήσῃ τὸν λόγον. «Καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί εἴπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.» Τοῦτό φησι, δεικνὺς, ὡς οὐ τοσοῦτον τοῖς πένησι τροφῆς μέλει, ὅσον τῆς ὕβρεως τῆς εἰς αὐτοὺς γινομένης. «Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπεν· Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ