1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

99

Ὅτε εἰς τὸ δεσμωτήριον εἰσῆλθε, τότε καὶ τοῦ δικαστοῦ περιεγένετο. Γέγονα ἄφρων καυχώμενος, ὑμεῖς με ἠναγκάσατε. Ἐγὼ γὰρ ὤφειλον ὑφ' ὑμῶν συνίστασθαι. Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι· τὰ μέντοι σημεῖα τοῦ Ἀποστόλου κατειργάσθη ἐν ὑμῖν, ἐν πάσῃ ὑπομονῇ, σημείοις τε, καὶ τέρασι, καὶ δυνάμεσι. Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; Καυχώμενος. Ἀπαρτίσας δὲ τὸν περὶ τῶν οἰκείων ἐγκωμίων λόγον, οὐκ ἔστη μέχρι τούτου ἀλλὰ ἀπολογεῖται πάλιν, καὶ συγγνώμην ὑπὲρ τῶν εἰρημένων αἰτεῖ. Ὑμεῖς γὰρ, φησὶν, ἠναγκάσατε. Εἰ μὲν γὰρ καυχώμενος, καὶ ἐκεῖνοι μὴ μετὰ τῆς ὑμετέρας τοῦτο ἐποίουν ἐκεῖνοι πλάνης, οὐκ ἂν οὕτως προήχθην εἰς τούτους ἐμαυτὸν ἀγαγεῖν λόγους. Ἐπειδὴ δὲ ὁλόκληρον Ἐκκλησίαν διέφθειρον, εἰς τὸ συμφέρον ὑμῖν ὁρῶν, ἠναγκάσθην ἄφρων γενέσθαι. Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Ἰδοὺ τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω. Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς· οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ' οἱ γονεῖς τοῖς τέκνοις. Ἐγὼ δὲ ἥδιστα δαπανήσω, καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶμαι. Ἐγκώμιον ἐκείνων τίθησιν, εἴ γε ἀδικίαν οἰκείαν εἶναι νομίζουσι, τὸ μὴ καταδέξασθαι τὸν Ἀπόστολον λαβεῖν τι παρ' αὐτῶν, μηδὲ ἀνασχεθῆναι τραφῆναι ἐκεῖθεν. Εἰς τοῦτο δὲ ἐγὼ οὐ κατεβάρησα ὑμᾶς, ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι' αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; Παρεκάλεσα Τίτον, καὶ συναπέσταλκα τὸν ἀδελφόν. Μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσι; Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; Κατέναντι τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. Τὰ δὲ πάντα ἀγαπητοὶ, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. Φοβοῦμαι γὰρ 95.772 μήπως ἐλθὼν, οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε. Ἄρα ἔχει τις εἰπεῖν, ὡς Ἐγὼ μὲν οὐκ ᾔτησά τι, οὐδὲ ἔλαβον· πανοῦργος δὲ ὢν, παρεσκεύασα τοὺς ὑπ' ἐμοῦ ἀποσταλέντας εἰς οἰκεῖον πρόσωπον αἰτῆσαί τι παρ' ὑμῶν. Καὶ δι' ἐκείνων αὐτὸς ἐγὼ ἐδεξάμην, τοῦ δοκεῖν εἰληφέναι ἔξω ἐμαυτὸν τιθείς. Ἀλλ' οὐδὲ τοῦτο ἔχοι τις ἂν εἰπεῖν, καὶ μάρτυρες ὑμεῖς. Τῷ δὲ αὐτῷ πνεύματι, ἢ τῇ αὐτῇ προαιρέσει λέγει, ἢ τῇ αὐτῇ διακονίᾳ τῆς χάριτος, ὅτι ὁμοίαν ἡμῖν τὸ Πνεῦμα πολιτείαν ἐχαρίσατο. Μήπως ἔρεις, ζῆλος, θυμοὶ, ἐριθεῖαι, καταλαλιαὶ, ψιθυρισμοὶ, φυσιώσεις, ἀκαταστασίαι· μὴ πάλιν παρελθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς. Ὃ πρῶτον ἔμελλεν θεῖναι, τὸ κατὰ τὴν φυσίωσιν, τοῦτο ὕστερον τίθησι. Κατ' αὐτοῦ γὰρ ἀπενοοῦντο· ἵνα οὖν μὴ δόξῃ προηγουμένως τὸ ἑαυτοῦ ζητεῖν, τὸ κοινὸν λέγει πρῶτον. Ταῦτα γὰρ πάντα ἀπὸ βασκανίας ἐτίκτοντο, αἱ διαβολαὶ, αἱ κατηγορίαι, αἱ διαστάσεις. Καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ πορνεία, καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν. Οὐκ εἶπε πάντας, ἀλλὰ πολλούς· καὶ οὐδὲ τούτους ποιεῖ φανεροὺς, διδοὺς ῥᾳδίαν αὐτοῖς τὴν πρὸς τὴν μετάνοιαν ἐπάνοδον. ΚΕΦΑΛ. ΙΓʹ. Ἰδοὺ τοῦτο τρίτον ἔρχομαι πρὸς ὑμᾶς. ∆είκνυσι πολὺν μὲν ἐν ταῖς παραγγελίαις ἑαυτὸν ὄντα καὶ σφοδρότερον, ὀκνηρὸν δὲ καὶ μελλητὴν ἐν ταῖς τιμωρίαις. Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν, σταθήσεται πᾶν ῥῆμα. Προείρηκα, καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσι, καὶ τοῖς λοιποῖς πᾶσιν. Ἀντὶ μαρτύρων τὰς παρουσίας αὐτοῦ τίθησι, καὶ τὰς παραγγελίας. Ἅπαξ, φησὶν, εἶπον, καὶ δεύτερον, ὅτε παρεγενόμην, λέγω καὶ νῦν διὰ γραμμάτων. Κἂν μὲν ἀκούσητε, ὅπερ ἐπεθύμουν γέγονεν· ἂν δὲ παρακούσητε, ἀνάγκη λοιπὸν στῆσαι τὰ εἰρημένα, καὶ ἐπαγαγεῖν τὴν τιμωρίαν. Ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Ἵνα μὴ ἡ μέλλησις ῥᾳθυμίαν ἐργάσηται, ὅρα πῶς καὶ τοῦτο διορθοῦται λέγων· Ἐὰν ἔλθω, οὐ φείσομαι. Ἐπεὶ δοκιμὴν ζητεῖτε, τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν. Τοῦτο πρὸς τοὺς κωμῳδοῦντας αὐτὸν, καὶ χλευάζοντας, καὶ λέγοντας, Ἡ παρουσία ἀσθενὴς, καὶ 95.773 ὁ λόγος ἐξουθενούμενος. Καθαπτόμενος