1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

43

αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.» Παῖδές ἐστε, φησὶν, τοῦ Θεοῦ, διὰ τοῦ Χριστοῦ τοῦτο γενόμενοι. Ἐπειδὴ γὰρ εἶπεν, Τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο καὶ τὰ ἀγενῆ, δείκνυσιν ὅτι πάντων εἰσὶν εὐγενέστεροι, τὸν Θεὸν ἔχοντες πατέρα· τῆς δὲ εὐγενείας ταύτης, φησὶν, οὐχ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ' ὁ Χριστὸς αὐτός ἐστιν αἴτιος, σοφοὺς ἡμᾶς ποιήσας καὶ δικαίους καὶ ἁγίους. Τοῦτο γάρ ἐστι τὸ, «Ἐγενήθη ἡμῖν σοφία καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.» «Ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.»

ΚΕΦΑΛ. Βʹ. «Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοὶ, ἦλθον, οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας

καταγγέλλων ὑμῖν.» ∆ιὰ τοῦτο καὶ σφοδρῶς κατέδραμεν τῆς τῶν Ἑλλήνων σοφίας, ἵνα τοῦτο πείσῃ τοὺς ἀνθρώπους· ὡσπεροῦν καί ἐστι δίκαιον ἐν Κυρίῳ καυχᾶσθαι. Ὅταν γὰρ παρ' ἑαυτῶν τὰ ὑπὲρ ἑαυτοὺς ζητῶμεν, οὐδὲν μωρότερον, οὐδὲ ἀσθενέστερον ἡμῶν γίνεται. Γλῶτταν γὰρ ἔχειν ἠκονημένην δυνατὸν, δόγματα δὲ ἰσχυρὰ ἀμήχανον. «Τὸ μαρτύριον τοῦ Θεοῦ.» Ἀντὶ τοῦ, τὸ κήρυγμα ὃ μαρτυροῦμεν, φησὶν, ὅτι ἐσταυρώθη, καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν. «Οὐ γὰρ ἔκρινα εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.» Τοῦτο λέγει, ὅτι ἄμοιρός ἐστι καθόλου τῆς ἔξωθεν σοφίας. Οὐ γὰρ ἦλθον λογισμοὺς πλέκων, φησὶν, οὐδὲ σοφίσματα, οὐδὲ ἄλλο τι λέγων ὑμῖν, ἢ ὅτι Χριστὸς ἐσταυρώθη. «Κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς.» Τοὺς κινδύνους φησὶ, καὶ τὰς ἐπιβουλὰς, καὶ τὸ καθ' ἡμέραν ἐλαύνεσθαι. Τοῦτο δὲ οὐκ ἔγκλημα τοῦ Παύλου, ἀλλ' ἀσθένεια τῆς φύσεως, ἐγκώμιον δὲ τῆς προαιρέσεως, ὅτι καὶ δεδοικὼς θάνατον καὶ πληγὰς, οὐδὲν ἀνάξιον διὰ τὸν φόβον τοῦτον ἐποίησεν. «Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς σοφίαν λόγοις.» Τουτέστιν, οὐκ ἔχων τὴν ἔξωθεν σοφίαν. «Ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως.» Ταῖς ἐνεργείαις λέγει, αἷς ἐποίει διὰ τοῦ Πνεύμα 95.584 τος. Τίς γὰρ ὁρῶν νεκροὺς ἀνισταμένους, καὶ δαίμονας ἐλαυνομένους, οὐκ ἂν κατεδέξατο; «Ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει Θεοῦ.» Σαφῶς διὰ πάντων ἀπέδειξεν πολὺ τῆς ἰδιωτείας τὸ κέρδος, καὶ μέγα τῆς σοφίας τὸ βλάβος. Αὕτη μὲν γὰρ ἐκένου τὸν σταυρόν· Ἵνα μὴ κενωθῇ γὰρ ὁ σταυρὸς τοῦ Χριστοῦ· ἐκείνη δὲ ἐκήρυττεν τοῦ σταυροῦ τὴν δύναμιν. «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. Πρότερον καλέσας μωρίαν τὴν τοῦ Θεοῦ σοφίαν κατὰ τὴν ἐκείνων ψῆφον, τότε δείκνυσιν αὐτὴν σοφίαν οὖσαν. Ὅταν γὰρ ὁ νομιζόμενος μωρὸς καὶ μωρὰ κηρύγματα τοὺς σοφοὺς περιγίνηται, οὐ διὰ μωρίας σοφίας περιγίνεται, ἀλλὰ διὰ σοφίας τελειοτέρας, καὶ τοσαύτης καὶ οὕτω μείζονος, ὡς ἐκείνην μωρίαν φαίνεσθαι. Σοφίαν δὲ λέγει τὸ κήρυγμα καὶ τὸν τρόπον τῆς σωτηρίας, τὸ διὰ σταυροῦ σωθῆναι. Τελείους δὲ τοὺς πεπιστευκότας. Καὶ γὰρ ἐκεῖνοι τέλειοι, οἱ τὰ ἀνθρώπινα εἰδότες, ὅτι σφόδρα ἀσθενῆ, καὶ ὑπεριδόντες αὐτῶν. «Σοφίαν δὲ, οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων.» Ποῦ γὰρ χρήσιμος ἡ ἔξωθεν σοφία, ἐνταῦθα καταστρέφουσα, καὶ περαιτέρω μὴ προϊοῦσα, καὶ οὐδὲ ἐνταῦθα μὴ δυναμένη τι τοὺς ἔχοντας ὠφελεῖν; Ἄρχοντας δὲ αἰῶνος ἐνταῦθα οὐ δαίμονάς τινας λέγει, ἀλλὰ τοὺς φιλοσόφους καὶ ῥήτορας καὶ λογογράφους. Καὶ γὰρ αὐτοὶ ἐκράτουν, καὶ δημαγωγοὶ πολλάκις ἐγίνοντο. Τοῦ δὲ αἰῶνος ἐκάλεσεν ἄρχοντας, ἐπειδὴ περαιτέρω τοῦ παρόντος αἰῶνος οὐ πρόεισιν αὐτῶν ἡ ἀρχή· διὸ καὶ ἐπήγαγε, τῶν καταργουμένων. «Ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην.» Μυστήριον τὴν οἰκονομίαν καλεῖ· ἐπειδὴ οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος, οὔτε ἄλλη τις αὐτὸ κτιστὴ δύναμις ᾔδει πρὶν γενέσθαι. ∆ιὸ ἀλλαχοῦ φησιν· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ ποικίλος σοφία τοῦ Θεοῦ. «Ἣν προώρισεν ὁ