1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

23

βλασφημοῦσι, φησὶν, ἀλλ' ἡμεῖς οἱ τὰ ἀπόῤῥητα αὐτοῦ εἰδότες ἴσμεν σαφῶς, ὅτι οὐ βλασφημεῖσθαι, ἀλλὰ τοῦ δοξάζεσθαι ἄξιος. Ἅμα δὲ καὶ ἕτερόν τι ἐκδιδάσκει ἡμᾶς θεῖον μυστήριον, ὅτι ὁ γεννηθεὶς κατὰ σάρκα Χριστὸς, αὐτός ἐστιν ὁ ἐπὶ πάντων Θεός. «Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδὲὅτι εἰσὶ σπέρμα Ἀβραὰμ πάντες τέκνα· ἀλλ' ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· τουτέστιν, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι πρὸς σὲ, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός.» Καὶ οὕτω τῶν πραγμάτων ἐκβάντων, φησὶν, οὐκ ἀποροῦμεν τοῦ δεῖξαι, ὅτι ἕστηκεν ἡ ἐπαγγελία· πῶς οὖν ἕστηκεν ἡ ἐπαγγελία; Εἶπεν ὁ Θεὸς, Τῷ σπέρματί σου δώσω τὴν γῆν· σπέρμα δὲ τοῦ Ἀβραὰμ τὰ ἔθνη λέγων. Καὶ τοῦτο πόθεν ἐστὶ δῆλον; ἐκ τοῦ, Ἐν Ἰσαὰκ, εἰπεῖν αὐτὸν, κληθήσεταί σοι σπέρμα. Τουτέστιν ὥσπερ ὁ Ἰσαὰκ δι' ἐπαγγελίας γεννηθεὶς γνήσιος υἱὸς, οὕτω καὶ ὁ δι' ἐπαγγελίας γνήσιον σπέρμα προσαγορεύσειεν τοῦ Ἀβραάμ. «Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον (ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ), οὐκ ἐξ ἔργων, ἀλλ' ἐκ τοῦ καλοῦντος ἐῤῥέθη αὐτῇ, ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, καθὼς γέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα.» Τί θαυμάζεις, φησὶν, εἰ Ἰουδαίων, οἱ μὲν ἐσώθησαν, οἱ δὲ οὐκ ἐσώθησαν, Καὶ γὰρ ἄνωθεν τοῦτο ἐπὶ τῶν πατριαρχῶν γινόμενον ἴδοι τις ἄν· καὶ οὐ μόνον ἐπὶ τῶν πατριαρχῶν, ἀλλὰ καὶ ἐπὶ τῶν Ἰσραηλιτῶν. Καίτοι γὰρ ὄντος κοινοῦ τοῦ ἁμαρτήματος, 95.517 οἱ μὲν ἠλεήθησαν, οἱ δὲ οὐκ ἠλεήθησαν· καὶ ἐπὶ τῶν κολαζομένων δὲ τοῦτο, φησὶν, ἴδοι τις ἄν. Τῶν γὰρ Αἰγυπτίων οἱ μὲν ἐσώθησαν, οἱ δὲ τετιμώρηνται· καὶ ἐπὶ τῶν Ἰουδαίων, τὸν οὐ λαὸν ἐκάλεσε λαόν· καὶ οὐ πάντας τῆς αὐτῆς ἠξίωσε τιμῆς. Τὸ γὰρ ἐγκατάλειμμα σέσωσται μόνον. Ταῦτα δὲ πάντα τὰ ἄπορα μέσα θεὶς, ὕστερον ἐπάγει τὴν λύσιν· ποία δέ ἐστιν ἡ λύσις, ἢ ὅτι ἐξ ἔργων, οὐκ ἐκ πίστεως, καὶ τὸ ἀγνοεῖν αὐτοὺς τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητεῖν στῆσαι· τίνος δὲ χάριν εἰς τοσαύτην ἀπορίαν ἐξήγαγε τὸν ἀκροατήν; ἵνα μονονουχὶ λέγῃ πρὸς Ἰουδαίους. Τοσαῦτα ἀποροῦντες, καὶ οὐδὲν τούτων λύειν δυνάμενοι, πως ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως πράγματα ἡμῖν παρέχετε· καίτοι γε ἐχόντων ἡμῶν δικαίαν αἰτίαν εἰπεῖν, δι' ἣν ἐκεῖνοι μὲν ἐσώθησαν, ὑμεῖς δὲ ἐξεπέσατε. Καὶ ποία αὕτη; Ὅτι ἐκεῖνοι μὲν ἐκ πίστεως, ὑμεῖς δὲ ὡς ἐξ ἔργων νόμου προσεκόψατε λίθῳ. «Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο.» Οὐκοῦν οὐδὲ ἐφ' ἡμῶν καὶ τῶν Ἰουδαίων. «Τῷ Μωϋσεῖ γὰρ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ· καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.» Οὐ σόν ἐστιν εἰδέναι, φησὶν, ὦ Μωϋσῆ, τίνες ἄξιοι τῆς φιλανθρωπίας, ἀλλ' ἐμοὶ παραχώρει τοῦτο. Εἰ δὲ Μωϋσέως οὐκ ἦν εἰδέναι, πολὺ μᾶλλον ἡμῶν. «Ἄρα οὖν οὐ τοῦ τρέχοντος, οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραὼ, ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» ∆ιὰ μέσου πάλιν ἑτέραν ἀντίθεσιν εἰσάγει. «Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς μοι οὖν· Τί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; Ὦ ἄνθρωπε μενοῦνγε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» Πάλιν ἑτέραν ἀντίθεσιν εἰσάγει, εἰς πλῆθος ἀπορίας ἐνάγων τὸν ἀκροατήν. Καὶ οὐ λύει πρῶτον, ἀλλ' ἐπιστομίζει λέγων· Τίς εἶ σὺ, ὁ ἄνθρωπος, ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; ἀντὶ τοῦ ἀντιλέγων. «Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸν δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους.» Ὃ λέγει τοιοῦτόν ἐστι· Σκεῦος ὀργῆς ἦν ὁ Φαραῶ, τουτέστιν ἄνθρωπος τοῦ Θεοῦ τὴν