1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

144

παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Πιστὸς ὁ Θεός. Πνεῦμα, φησὶ, τὸ χάρισμα ὃ ἔλαβεν ἕκαστος διὰ τοῦ βαπτίσματος. Τότε γὰρ τῶν βαπτιζομένων ἕκαστος ἐλάμβανε χάρισμα, καὶ ἐποίει σημεῖα. Καὶ ὁ μὲν γλώσσαις ἐλάλει, ὁ δὲ προεφήτευεν· ἄλλος ἰᾶτο τοὺς κάμνοντας, ἄλλος δαιμόνια ἐξέβαλλεν, ἄλλος ἀνίστα τοὺς νεκροὺς, ἄλλος ἄλλο τι ἐποίει. Τοῦτο οὖν τὸ χάρισμα, ὃ καὶ Πνεῦμά φησι, μένειν ἐν αὐτοῖς ὁλόκληρον εὔχεται, ἵνα κατὰ μηδὲν στερηθῶσι τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος. Ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. Ἀδελφοὶ, προσεύχεσθε ὑπὲρ ἡμῶν. Ἀσπάζασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. Ὁ καλέσας ὑμᾶς, φησὶν, Ἰησοῦς, ποιήσει τὸ ὁλοτελεῖς ὑμᾶς γενέσθαι καὶ ἀμέμπτους. Ἐνορκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Ἀμήν. Ἐπειδὴ ἐλέγχους ἡ Ἐπιστολὴ περιέχει, μήποτε οἱ ἄτακτοι λαβόντες τὴν Ἐπιστολὴν κρύψωσιν, ἐνορκίζει αὐτοὺς ἀναγνωσθῆναι τὴν Ἐπιστολήν. Πρὸς Θεσσαλονικεῖς αʹ ἐγράφη ἀπὸ Ἀθηνῶν. Στίχων ργʹ.

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ Βʹ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ

Πατρὶ ἡμῶν καὶ Κυ 95.920 ρίῳ Ἰησοῦ Χριστῷ· εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ, ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως, ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε, ἔνδειγμα κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε. Καὶ δευτέρας τῷ Ἀποστόλῳ πρὸς Θεσσαλονικέας ἐδέησεν Ἐπιστολῆς, οὐχ ἵνα τι παραινέσῃ τῶν συντελούντων, ἢ πρὸς πίστιν (Ὑπεραυξάνει γὰρ, φησὶν, ἡ πίστις ὑμῶν)· ἢ πρὸς τὸν ἐνάρετον βίον· ὅπου γε καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, οὐ χρείαν ἔχειν αὐτοὺς διδαχῆς ἔφη, ὄντας θεοδιδάκτους. Τίς οὖν ἡ αἰτία τῆς Ἐπιστολῆς; ἵνα μὴ θορυβῶνται ἀκούοντες, ὡς ἐνέστη ἡ ἡμέρα τῆς δευτέρας τοῦ Κυρίου παρουσίας. Τοῦτο γάρ τινες τῶν ψευδοδιδασκάλων ἐκήρυττον. ∆ιὸ καὶ ἀναγκαίως γέγονεν αὐτῷ τὰ σημεῖα διηγεῖσθαι τὰ πρὸ τῆς ἡμέρας ἐκείνης· οἷον τὰ περὶ τῆς ἀποστασίας, καὶ περὶ τοῦ τέλους τῆς βασιλείας Ῥωμαίων, καὶ τὰ περὶ αὐτοῦ τοῦ Ἀντιχρίστου. Ταῦτα γὰρ πρῶτα δεῖ γενέσθαι, φησὶν, εἶτα οὕτως ἐκείνην ἐλθεῖν. Ὅρα πόση τῶν Θεσσαλονικέων ἡ προκοπὴ, ὡς καὶ χαριστήρια ὑπὲρ αὐτῶν ἀναπέμπειν τὸν Ἀπόστολον, οὐχ ὅτι ἁπλῶς πιστεύουσιν, ἀλλ' ὅτι ὑπεραυξάνει ἡ πίστις αὐτῶν, καὶ ὅτι οὐχ ἁπλῶς ἀγαπῶσιν, ἀλλὰ καὶ πλεονάζουσιν ἐν τῷ πράγματι. Τοῦτο δὲ, φησὶν, καύχημα ἡμέτερον, ἡ ὑπομονὴ ὑμῶν, ἡ πίστις, οἱ διωγμοὶ, αἱ θλίψεις. Τούτων δὲ πάντων ἀνέχεσθε, φησὶν, εἰδότες ὡς τὸ τέλος αὐτῶν κομιεῖσθε, βασιλείαν οὐρανῶν. Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις. Ἀντὶ τοῦ, ἐπείπερ δίκαιον. Καὶ ὅρα πῶς παρεμυθήσατο, καὶ ἐπεκούφισε, τὴν ἐκδίκησιν αὐτοῖς ὑποθέμενος· ὅπερ μάλιστα οἱ ἀδίκως πάσχοντες, καὶ ἀκούουσιν ἡδέως, καὶ ἰδεῖν εὔχονται. Ἄνεσιν μεθ' ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν πυρὶ φλογὸς διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ· οἵτινες τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν. Καὶ ἐξ ἑτέρου μέρους παρεμυθήσατο τὸ κοινωνοὺς αὐτοὺς στῆσαι τῶν ἀποστόλων. Λήψεσθε γὰρ, φησὶν, ἄνεσιν μεθ' ἡμῶν· καὶ ἀληθῆ τὴν