1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

67

ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο 95.661 πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἔλθῃ. Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως,» Θέλων αὐτοὺς καὶ ἑτέρωθεν ἐντρέψαι μειζόνως, ἀπὸ τῶν κυριωτέρων τὸν λόγον ὑφαίνει. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Ὁ δεσπότης σου τῆς αὐτῆς πάντας ἠξίωσε τραπέζης, καὶ τῆς σφόδρα φρικτῆς οὔσης, καὶ πολὺ τὴν ἁπάντων ὑπερβαλλούσης ἀξίαν, σὺ δὲ αὐτοὺς καὶ τῆς σῆς ἀναξίους ἡγῇ τῆς μικρᾶς ταύτης καὶ εὐτελοῦς; Ἐκείνου δὲ μέμνηται τοῦ δείπνου, ἵνα μεθ' ὑπερβολῆς κατανύξῃ. Ἐπειδὴ καὶ τῆς παλαιᾶς διαθήκης ποτήριον ἦν αἱ σπονδαί. Καὶ γὰρ μετὰ τὸ θῦσαι, ποτηρίῳ καὶ φιάλῃ τὸ αἷμα δεχόμενοι, οὕτως ἔσπενδον. Ἐπεὶ οὖν ἀντὶ αἵματος ἀλόγου αἷμα εἰσήγαγε τὸ αὑτοῦ, ἵνα μὴ θορυβηθῇ τοῦτο ἀκούων, ἀνέμνησε τῆς παλαιᾶς διαθήκης ἐκείνης. «Ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Τί δήποτε; ὅτι ἐξέχεε καὶ οὗτος τὸ αἷμα, ὥσπερ ἐκεῖνοι οἱ κεντήσαντες, οὐχ ἵνα πίωσιν, ἀλλ' ἵνα ἐκχέωσι. «∆οκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρΐμα ἑαυτῷ ἐσθίει καὶ πίνει.» Ἔθος τοῦτο τῷ Παύλῳ, μὴ μόνον ἐκεῖνα ἐργάζεσθαι ἅπερ ἐστὶν αὐτῷ προκείμενα, ἀλλὰ κἂν παρεμπέσῃ λόγος εἰς τὴν ὑπόθεσιν, καὶ τοῦτο μετὰ πολλῆς ἐπεξιέναι τῆς σπουδῆς· καὶ μάλιστα ὅταν περὶ σφόδρα ἀναγκαίων, καὶ κατεπειγόντων ἦν. Ἐπειδὴ γὰρ τῆς τῶν μυστηρίων ἐδεήθη μνήμης, ἀναγκαῖον ἡγήσατο ἐπεξελθεῖν τῇ ὑποθέσει. Οὔτε γὰρ ἡ τυχοῦσα ἦν. ∆ιὸ καὶ σφόδρα περὶ αὐτῆς διαλεχθεὶς, τὸ κεφάλαιον τῶν ἀγαθῶν κατασκευάζει, τὸ μετὰ ἀγαθοῦ συνειδότος προσιέναι αὐτοῖς. «Μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί.» Τουτέστι, μὴ ἐξετάζων, μὴ ἐννοῶν τὸ μέγεθος τῶν προκειμένων. «Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ, ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ταῦτα λέγει, ὁμοῦ καὶ τοὺς ἀῤῥώστους παραμυθούμενος, καὶ τοὺς ἄλλους σπουδαιοτέρους ποιῶν. «Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρῖμα συνέρχησθε. Τὰ δὲ λοιπὰ, ὡς ἂν ἔλθω διατάξομαι.» 95.664 Τουτέστιν, εἰς κόλασιν καὶ τιμωρίαν, τὴν Ἐκκλησίαν ὑβρίζοντες, τὸν ἀδελφὸν καταισχύνοντες. Καὶ γὰρ διὰ τοῦτο συνέρχεσθε, φησὶν, ἵνα συνδεθῆτε πρὸς ἀλλήλους· εἰ δὲ τοὐναντίον γίνεται, βέλτιον ὑμᾶς ἐν οἴκῳ ἑστιᾶσθαι τοῦτο [ἵνα] δὲ ἔλεγεν, ἵνα ἐφελκύσηται πλέον.

ΚΕΦΑΛ. ΙΒʹ. «Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.» Ἐκ τῶν

χαρισμάτων τῶν δεδομένων τοῖς πιστεύσασιν εἰς Χριστὸν, σχίσματα ἐγίνετο ἐν τῇ Ἐκκλησίᾳ, καὶ κατέτρεχον τῶν ἐχόντων τὴν προφητείαν οἱ λαλοῦντες γλώσσαις. Ἐπειδὴ γὰρ τοῦτο πρῶτον ἐδόθη τοῖς ἀποστόλοις ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς, τούτου χάριν μέγα ἐφρόνουν οἱ ἔχοντες ἐπ' αὐτῷ. ∆ιὸ ταῦτα ἀκούσας ὁ Ἀπόστολος, ὅρα πῶς τὴν ἔριν ἐκβάλλει. «Οἴδατε, ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα ἄφωνα ὡς ἂν ἤγεσθε, ἀναγόμενοι. ∆ιὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦν. Καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Πρὶν ἄρξηται καταστέλλειν τὴν στάσιν, ἕτερον διδάσκει. Τοῦτο δέ ἐστι, τὸ γνῶσιν ἔχειν προφήτου καὶ ψευδοπροφήτου. Ἐβάσκηνεν γὰρ τούτῳ τῷ χαρίσματι ὁ διάβολος, καὶ πολλοὺς ψευδοπροφήτας ἐποίησε, βουλόμενος τὸ πνευματικὸν ἀμβλῦναι χάρισμα. Τίθησιν οὖν διαφορὰς, καὶ πρώτην ταύτην, τοῦτον προφήτην φωτιζόμενον ἀπὸ τοῦ Πνεύματος τάξει διδάσκειν· τὸν δὲ ψευδοπροφήτην ἀγόμενον,