1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

9

ὧν ἀφεθήσαν αἱ ἀνομίαι, καὶ ὧν ἐκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ, οὗ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.» Εἰπὼν τῆς πίστεως δικαιοσύνην, τὸν μισθὸν ἐπὶ τὸ μεῖζον αὔξων· μακαρισμὸν δὲ νῦν λέγει· ὅμοιον δὲ 95.469 ὡσεὶ λέγοι· εἰς μέσον προάγων μὲν τὸν ∆αβίδ· Τίνι τὴν μακαριότητα δίδωσιν; τῷ ἐργαζομένῳ, ἢ τῷ πιστεύοντι; μακαριότητα δὲ λέγει τὴν κορυφὴν τῶν ἁπάντων ἀγαθῶν. «Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν, ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. Πῶς οὖν ἐλογίσθη; Ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, ἀλλ' ἐν ἀκροβυστίᾳ.» ∆εῖξαι βούλεται τὴν πίστιν πρὸ περιτομῆς ὑπάρχουσαν, ἐπειδὴ τῇ περιτομῇ μέγα ἐφρόνουν Ἰουδαῖοι· κατασκευάζει δὲ αὐτὸ ἐκ τοῦ Ἀβραὰμ, δεικνὺς αὐτὸν πρῶτον πιστεύσαντα καὶ δικαιωθέντα, εἶτα μετὰ ταῦτα λαβόντα τὴν περιτομὴν, καὶ αὐτὴν διὰ χρείαν τῶν μετὰ ταῦτα, οὐ δι' ἑαυτόν. «Καὶ σημεῖον ἔλαβεν περιτομὴν, σφραγίδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίαν, εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην, καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.» ∆ιὰ τοῦτο μετὰ τὴν πίστιν περιετμήθη, φησὶν, ἵνα καὶ τὸ γένος τὸ ἐξ αὐτοῦ κατὰ σάρκα μὴ μισῆται τὴν πίστιν τοῦ Ἀβραὰμ, καὶ γένηται διὰ τῶν ἀμφοτέρων τῆς πίστεως πατὴρ, πρῶτον μὲν τῶν ἐθνῶν, καθὸ καὶ ἐν ἀκροβυστίᾳ ἔσχεν τὴν πίστιν· δεύτερον δὲ τῶν ἐν περιτομῇ· καὶ οὐχ ἁπλῶς τῶν ἐν περιτομῇ, ἀλλὰ τῶν μιμουμένων τὴν πίστιν αὐτοῦ, ἧς καὶ σημεῖον γέγονεν ἡ περιτομή. ∆ιὸ καὶ ἐπήγαγε, τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ· ὥστε εἰ ἐκβάλλοιεν οἱ Ἰουδαῖοι τὴν πίστιν, λανθάνοντες ἐκβάλλοντες τὴν περιτομήν. Εἰ γὰρ σημεῖον τῆς πίστεως ἡ περιτομὴ, ἀναιροῦσι δὲ ἐκεῖνο τὸ πρᾶγμα, τουτέστιν ἧς καὶ σημεῖον ἡ περιτομὴ, τίς ἔτι τῆς σφραγίδος ἡ χρεία; Εἰ γὰρ οὐ δεικνύει τὸν στρατιώτην, περιττὴ καὶ ἀνόνητος. «Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ, ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον εἶναι κόσμου, ἀλλὰ δικαιοσύνης πίστεως.» ∆είξας προτερεύουσαν τὴν πίστιν τῆς περιτομῆς, δείκνυσι πάλιν, ὡς καὶ ἡ πλήρωσις τῆς ἐπαγγελίας πρὸς Ἀβραάμ. «Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία· ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Οὗ δὲ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. ∆ιὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαῖαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι· οὐ τῷ ἐκ τοῦ νόμου, ἀλλὰ τῷ ἐκ πίστεως Ἀβραὰμ, ὅς ἐστιν πατὴρ πάντων ἡμῶν, καθὼς γέγραπται.» Εἰ ἐκ τῶν ἔργων, φησὶν, τοῦ νόμου πιστεύομεν τὴν ἐπαγγελίαν λαβεῖν, περιττὴ ἡ πίστις. Περιττῆς δὲ γενομένης αὐτῆς καὶ ἀργῆς, οὐ δύναται μένειν ἡ 95.472 ἐπαγγελία. Πῶς δέ, ἄκουε. Νόμος ἐπικαταράτους ποιεῖ καὶ τιμωρίας ἐνόχους· ἄνθρωπος δὲ ὑπεύθυνος κατάρᾳ καὶ δίκῃ οὐδέποτε κληρονομίας ἂν τύχοι. Εἰ δὲ τὸν νόμον παρέντες, σκοπήσομεν τὴν πίστιν τὴν ἄνευ ἔργων δικαιοῦσαν, τῇ δικαιοσύνῃ χάριν ὀφειλομένην εὑρήσομεν· εἰ δὲ ὀφείλεται χάρις καὶ δικαιοσύνη καὶ ἁγιασμὸς τῷ πιστεύοντι, ὡς ἐν τοῖς ὀπίσω δεδήλωται, δῆλον ὅτι καὶ τῆς κληρονομίας τῆς ἐπαγγελίας μεταλαβεῖ. Οὐκοῦν εἰ ὁ νόμος ἐπικαταράτους ποιεῖ, ἡ δὲ πίστις δικαιοῖ, τοῖς δικαιουμένοις, οὐ τοῖς καταράτοις, ἡ ἐπαγγελία μένει. «Ὅτι πατέρα πολλῶν ἐθνῶν ἔθηκά σε· κατέναντι οὗ ἐπίστευσεν Θεοῦ.» Τῶν διὰ πίστεως δηλονότι, ἵνα μὴ λέγοιεν οἱ Ἰουδαῖοι, ὅτι Ἰσμαηλιτῶν καὶ Ἀγαρηνῶν, καὶ Ἰδουμαίων, ἐπήγαγεν, οὗ ἐπίστευσεν κατέναντι Θεοῦ· τὸ δὲ, κατέναντι, ἀντὶ τοῦ, ὁμοίως. Λέγει οὖν, ὥσπερ ὁ Θεὸς, ᾧ καὶ ἐπίστευσεν Ἀβραὰμ, πάντων ἐστὶν ἄρχων τῶν ἐθνῶν, ὡσαύτως καὶ Ἀβραὰμ πατήρ ἐστι πάντων τῶν ἐθνῶν. Εἰ δὲ μὴ πάντων, ἀλλὰ τῶν προειρημένων, οὐδὲ χώραν εἶχεν ἡ δωρεὰ, καθὸ μηδὲ διδομένης αὐτῆς, πάντων τῶν ἐξ αὐτοῦ ὑπῆρχεν πατὴρ κατὰ τὸν τῆς φύσεως νόμον, Ἕκαστος γὰρ τῶν ἐξ ἑαυτοῦ ὑπάρχει πατήρ· δείκνυται ἄρα, ὡς πάντων τῶν ἐθνῶν πατέρα αὐτὸν εἶναί φησιν. «Τοῦ