1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

19

Πνεύματος ἐν ὑμῖν.» Ὅμοιον ὡς εἰ λέγοι, Μὴ φοβηθῇς ὅτι νεκρὸν περίκεισαι σῶμα, ἔχε τὸ πνεῦμα, καὶ ἀναστήσεται. Τί οὖν; τὰ μὴ ἔχοντα οὐκ ἀνίστανται; Ναὶ, φησίν· ἀλλ' οὐκ εἰς ζωήν. ∆ιὰ τοῦτο οὐκ εἶπεν, ἀναστήσει, ἀλλὰ ζωοποιήσει, ὃ πλέον τῆς ἀναστάσεως ἦν, καὶ τοῖς δικαίοις μόνον δεδωρημένον. «Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν.» ∆είξας ὅσον τὸ ἔπαθλον τοῦ πνευματικοῦ βίου, ἀναγκαίως ἐπάγει λοιπὸν τὴν παραίνεσιν, λέγων· οὐκοῦν οὐκ ὀφείλομεν ζῇν κατὰ σάρκα. «Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.» Τὸν θάνατον ἡμῖν ἐκεῖνον αἰνίττεται τὸν ἀθάνατον, τὸν ἐν τῇ γεέννῃ, κόλασίν τε καὶ τιμωρίαν. «Ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν.» Καὶ ἕτερον τίθησιν ὑμῖν μισθὸν, προτρεψόμενος 95.504 πνευματικῶς ὑμᾶς ζῇν. Οὗτος δέ ἐστιν υἱοθεσία. Οὐκ εἶπεν δὲ, Πνεύματι Θεοῦ ζῶσιν, ἀλλ' ἄγονται· δεικνὺς ὅτι οὕτως βεβούληται ἄγειν αὐτὸ, Κύριον εἶναι τῆς ἡμετέρας ζωῆς, ὡς ὁποιδὰν βούληται, ἄγειν αὐτόν. «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας.» Εἴ τι ἐδόκουν ποιεῖν τῶν ἐντολῶν τοῦ Θεοῦ οἱ ἐν τῇ παλαιᾷ, φόβῳ τῶν κολάσεων ἐποίουν. Ἀθετήσας γάρ τις τὸν νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἀπέθνησκεν. Οἱ δὲ τὸ τῆς χάριτος δεξάμενοι πνεῦμα, πάντα πόθῳ ποιοῦσι Χριστοῦ. Συγκρίνουσιν οὖν ἐνταῦθα ποιεῖται τῶν ἐν τῷ νόμῳ καὶ τῶν ἐν τῇ χάριτι. «Ἐν ᾧ κράζομεν, Ἀββᾶ, Πατήρ. Πιστοῦται τὴν υἱοθεσίαν ἐκ τῆς προσευχῆς, ἧς προσέταξεν ὁ Κύριος τοὺς πιστεύοντας λέγειν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ δὲ πνεῦμά ἐστι χαρίσματος, καὶ πνεῦμα ἰαμάτων, καὶ πνεῦμα γλωσσῶν, καὶ πνεῦμα προφητείας, οὕτω καὶ πνεῦμα υἱοθεσίας. «Αὐτὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ.» Ὁ Παράκλητος, φησὶν, τῷ χαρίσματι τῷ δεδομένῳ ἡμῖν. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐ τοῦ χαρίσματός ἐστι μόνον φωνὴ, ἀλλὰ καὶ τοῦ δόντος τὴν δωρεὰν Παρακλήτου. Αὐτὸς γὰρ ἡμᾶς οὕτως ἐδίδαξεν διὰ τοῦ χαρίσματος φθέγγεσθαι. «Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Εἰ γὰρ ἐν τοῖς λυπηροῖς ἐκοινωνήσαμεν αὐτῷ, μᾶλλον καὶ ἐν τοῖς χρηστοῖς τοῦτο ἔσται. Ὁ γὰρ τοὺς οὐδὲν διωρθωκότας τοσούτοις δωρησάμενος ἀγαθοῖς, ὅταν εἴδῃ καὶ πονέσαντας, καὶ τοσαῦτα παθόντας, πῶς οὐχὶ μᾶλλον ἀμείψεται· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται.» Ὅρα πόσα διὰ τούτου κατασκευάζει, καὶ ὑπεροψίαν τῶν παρόντων, καὶ ἐπιθυμίαν τῶν μελλόντων, καὶ τὸ δεῖξαι πῶς περισπούδαστον τῷ Θεῷ τῶν ἀνθρώπων τὸ γένος ἐστίν· μετὰ δὲ τούτων καὶ τὰ τῶν φιλοσόφων δόγματα πάντα τὰ περὶ τοῦ κόσμου συντεθέντα αὐτοῖς, ὥσπερ ἀράχνην ἑνὶ τούτῳ καταβάλλει τῷ δόγματι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἡ αἴτησις αὐτὴ σφόδρα ὠδίνει ταῦτα ἀναμένουσα, καὶ προσδοκοῦσα τὰ ἀγαθὰ, ἅπερ εἴρηκα νῦν. Ἀποκαραδοκία γὰρ ἡ σφόδρα προσδοκία ἐστίν. Ὥστε δὲ ἐμφαντικώτερον γενέσθαι τὸν λόγον, καὶ προσωποποιεῖ 95.505 τὸν κόσμον ἅπαντα τοῦτον· ὅπερ καὶ οἱ προφῆται ποιοῦσι, ποταμοὺς κροτοῦντας χερσὶν εἰσάγοντες, καὶ βουνοὺς ἁλλομένους, καὶ ὄρη σκιρτοῦντα· οὐχ ἵνα αὐτὰ ἔμψυχα νομίσωμεν, ἀλλ' ἵνα τὴν ὑπερβολὴν μάθωμεν τῶν ἀγαθῶν, ὡς καὶ τῶν ἀναισθήτων αὐτῶν καθικνουμένην. Τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν λυπηρῶν ποιοῦσι πολλάκις, εἰσάγοντες καὶ ἄμπελον θρηνοῦσαν, καὶ οἶνον, καὶ ὄρη, καὶ φατνώματα ὀλολύζοντα τοῦ ναοῦ, ἵνα κἂν ἐντεῦθεν πάλιν τὴν ὑπερβολὴν τῶν κακῶν ἐννοήσωμεν. Τούτους οὖν καὶ ὁ Ἀπόστολος μιμούμενος, προσωποποιεῖ τὴν κτίσιν ἐνταῦθα, καί φησι, στενάζειν αὐτὴν καὶ ὠδίνειν· οὐκ ἐπειδὴ στεναγμοῦ τινος ἤκουεν ἀπὸ γῆς καὶ οὐρανοῦ φερομένου, ἀλλ' ἵνα τῶν μελλόντων ἀγαθῶν ἐνδείξηται τὴν ὑπερβολὴν, καὶ τὴν ἐπιθυμίαν τῆς ἀπαλλαγῆς τῶν κατεχόντων κακῶν. «Τῇ γὰρ ματαιότητι ἡ κτίσις