1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

17

κακῶν τούτων αἴτιον εἶναι νομίζῃ, οὐ μόνον κατηγορίας αὐτὸν ἀπαλλάττει, ἀλλὰ καὶ ἐγκώμιον πλέκει αὐτῷ μέγιστον, λέγων· Οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστι, πνευματικὸν δὲ αὐτὸν εἰπὼν, διδάσκαλον ἀρετῆς αὐτὸν δείκνυσιν ὄντα καὶ κακίας πολέμιον. Τοῦτο γάρ ἐστιν ὅπερ καὶ ὁ νόμος ἐποίει, νουθετῶν, φοβῶν, κολάζων, διορθούμενος, τὰ περὶ ἀρετῆς συμβουλεύων, ἀλλ' οὐκ ἐδυνήθη τὴν ἁμαρτίαν ἀνελεῖν. Εἰκότως· τῆς γὰρ χάριτος μόνης τοῦτο ἔργον ἦν. «Ἐγὼ δὲ σάρκινός εἰμι πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.» Μετὰ γὰρ θανάτου, φησὶν, καὶ ὁ τῶν παθῶν ἐπεισῆλθεν ὄχλος. Ὅτε γὰρ θνητὸν ἐγένετο τὸ σῶμα, ἐδέξατο καὶ ἐπιθυμίαν καὶ ὀργὴν καὶ λύπην, καὶ τὰ ἄλλα πάντα. «Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω.» Τὸ, οὐ γινώσκω, ἀντὶ τοῦ, σκοτοῦμαι, φησὶν, καὶ συναρπάζομαι, καὶ ἐπήρειαν ὑπομένων, οὐκ οἶδα πῶς ὑποσκελίζομαι, ὅπερ καὶ ἡμεῖς εἰώθαμεν λέγειν· Οὐκ οἶδα ὅπως ὁ δεῖνα ἐλθὼν συνήρπασεν· οὐκ ἄγνοιαν προβαλλόμενοι, ἀλλὰ ἀπάτην τινὰ ἐμφαίνοντες. «Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.» Τὸ θέλειν τὸ καλὸν, καὶ μισεῖν τὸ πονηρὸν, γνώσεως ἀπηρτισμένης ἐστίν· ὅθεν δῆλον ὅτι καὶ τὸ, οὐ θέλω, εἴρηκεν, οὐ τὸ αὐτεξούσιον ἀναιρῶν, οὐδὲ ἀνάγκην τινὰ εἰσάγων βιαστικὴν, ἀλλὰ τὸ μὴ ἐπαινεῖν τὰ γινόμενα. Τί οὖν ἐστι τὸ, οὐ θέλω; ἀντὶ τοῦ, οὐκ ἐπαινῶ, ὃ οὐκ ἀποδέχομαι «Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι.» Οὐ τὸ σῶμα διαβάλλει, ἀλλὰ τὸ ὑπερέχον τῆς ἁμαρτίας ἔδειξεν, πάλιν τὸ μέγεθος τῆς δωρεᾶς, τῆς διὰ τῆς χάριτος δεδομένης, κατασημᾶναι θέλων. «Τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὐχ εὑρίσκω.» Πάλιν εἰπὼν, οὐχ εὑρίσκω, οὐκ ἄγνοιαν, φησὶν, 95.497 ἀλλ' ἐπήρειάν τινα, καὶ ἐπιβουλὴν τῆς ἁμαρτίας. «Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθὸν, ἀλλ' ὃ οὐδὲ θέλω κακὸν, τοῦτο πράσσω. Εἰ δὲ ὃ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.» Ἐπεξεργασία τοῦ εἰρημένου. «Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται.» Μετὰ, τὸ καλὸν, συναπτέον τὸ συνήγορον, καὶ οὕτω σαφὴς γίνεται ἡ διάνοια, λέγουσα· Εὑρίσκω τὸν νόμον ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλὸν συνηγοροῦντα· τὸ δὲ, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται, εἰ καὶ ἡ ἁμαρτία, φησὶν, ἐπίκειται πρὸς τὸ κακὸν παρεγείρουσα. «Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου.» Ὅρα, πῶς διαγράφει μάχην νόμου φυσικοῦ καὶ ἁμαρτίας, καὶ νίκην τῆς ἁμαρτίας· τὸ γὰρ, αἰχμαλωτίζοντά με, τοῦτο ἐδήλωσεν. Νόμον δὲ τὴν ἁμαρτίαν ἐκάλεσεν, οὐ διὰ τὴν αὐτῆς ἀξίαν, ἀλλὰ διὰ τὴν ὑπακοὴν τῶν πειθομένων αὐτῇ. Ὥσπερ οὖν κύριον τὸν μαμωνᾶ καλεῖ, καὶ Θεὸν τὴν κοιλίαν, οὐ διὰ τὴν οἰκείαν ἀξίαν, ἀλλὰ διὰ τὴν πολλὴν τῶν ὑποτεταγμένων δουλείαν. Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Χάρις δὲ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἄρα οὖν αὐτὸς ἐγὼ, τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ, νόμῳ ἁμαρτίας.» Μετὰ τὸ ἐκτραγῳδῆσαι τὴν βίαν τῆς ἁμαρτίας, ἐπὶ τὸν οἶκτον ἔρχεται. Τίς με ῥύσεται; ἀλλ' εὐθὺς ἐπάγει τὴν δεδομένην ἐν τοσούτοις κακοῖς σωτηρίας ἐλπίδα· αὕτη δέ ἐστιν ἡ χάρις. Ὅταν δὲ ἀκούσῃς λέγοντας· Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; μὴ νόμιζε τῆς σαρκὸς αὐτὸν κατηγορεῖν. Οὐδὲ γὰρ εἶπε σῶμα ἁμαρτίας, ἀλλὰ σῶμα θανάτου, τουτέστι, τὸ θνητὸν σῶμα, τὸ χειρωθὲν ὑπὸ τοῦ θανάτου

ΚΕΦΑΛ. Ηʹ. «Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ.» Ὃ δὲ λέγει τοιοῦτόν

ἐστιν· ὅτι οὐ τῶν προτέρων ἀπηλλάγημεν μόνον, ἀλλὰ καὶ πρὸς τὸ μέλλον