1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

48

κόσμον αὐτὸν, Πάντα δι' ὑμᾶς. Πῶς οὖν, πῶς ἀνθρώποις, φησὶν, προσνέμετε ἑαυτούς; τὸ δὲ, εἴτε κόσμος, ἐπειδὴ δι' ἀνθρώπους ὁ κόσμος ἐκτίσθη φησί· τὸ δὲ, εἴτε ζωὴ, ὅμοιον. Τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς. Τὸ δὲ, εἴτε θάνατος, φησὶν, ὅτι Κἂν εἰς θάνατον παραδιδώμεθα κηρύττοντες ὑμῖν στέργομεν ὑμῶν τὴν σωτηρίαν. Τὸ δὲ, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα, δηλοῖ τὰ διδόμενα καὶ δοθησόμενα αὐτοῖς ἀγαθά. ∆έδοται γὰρ, ἐν μὲν τῷ ἐνεστῶτι βίῳ αὕτη ἡ τῶν ἁμαρτημάτων ἄφεσις, ὁ ἀῤῥαβὼν τοῦ Πνεύματος, τὰ διὰ τοῦ Πνεύματος χαρίσματα. Ὅτι δὲ καὶ τῶν μελλόντων τεύξονται, ἀναμφίβολον, διὰ τὸν εἰρηκότα, ∆εῦτε οἱ εὐλογημένοι, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. «Πάντα γὰρ ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.» Καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα, καὶ ἡ ἡμέρα, ζωὴ καὶ ὁ θάνατος καὶ ὁ κόσμος, ὑμῶν ἔσται, φησὶν ἐπειδὴ ἐπιστεύσατε εἰς Χριστὸν, ὅς ἐστιν Υἱὸς τοῦ Θεοῦ

ΚΕΦΑΛ. ∆ʹ. «Οὕτως ὑμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους

μυστηρίων Θεοῦ.» Μὴ τοίνυν τὸν ∆εσπότην ἀφέντες, φησὶν, ἀπὸ τῶν ὑπηρετῶν καλεῖσθε. «Ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν κριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ' οὐδ' ἐμαυτὸν ἀνακρίνω· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλὰ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστιν. Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Καὶ τότε γενήσεται ὁ ἔπαινος ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.» Τουτέστιν, ἵνα μὴ τὰ ∆εσποτικὰ ἰδιοποιήσηται. «Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν, καὶ Ἀπολλῶ δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιῶσθε κατὰ τοῦ ἑτέρου.» Ἕως μὲν αὐτῷ τῶν φορτικῶν χρεία ῥημάτων ἦν, ὡς αὐτὸς ὢν ὁ ταῦτα ἀκούων, οὕτω διελέγετο. Ἐπειδὴ ἀνιέναι λοιπὸν δεῖ, τότε δείκνυσι τὰ κρυπτόμενα πρόσωπα ἐν τῇ τὸ ὑπ' (σιξ) αὐτοῦ καὶ Ἀπολλῶ προσηγορίᾳ. Τοῦτο δὲ πεποίηκεν, δεικνὺς ὅτι εἰ ἐπ' ἐκείνων τὸν λόγον ἐσχημάτισεν, οὐκ ἂν ἔμαθον ὅσα μαθεῖν ἔδει, οὐδὲ ἂν ἐδέξαντο τὴν προαίρεσιν, δυσχεραίνοντες πρὸς τὰ λεγόμενα. Νυνὶ δὲ αἰδούμενοι τοῖς περὶ Παῦλον, ἤνεγκαν ῥᾳδίως τὴν ἐπιτίμησιν· τί δέ ἐστι τὸ, Μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν; Γέγραπται· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ κατανοεῖς; «Τί γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες;» Λοιπὸν ἀφεὶς τοὺς ἀρχομένους, πρὸς τοὺς ἄρχοντας τρέπεται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· πόθεν δῆλον ὅτι ἄξιος εἶ τοῦ ἐπαινεῖσθαι; κρίσις γὰρ γέγονεν, ἡ ἐξέτασις προεχώρησεν· δοκιμασία δὲ ὅλως, ἡ βάσανος ἀκριβής. Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν· εἰ δὲ ἄνθρωποι ψηφίζονταί σοι, οὐκ ὀρθὴ τούτων ἡ κρίσις, οὐδὲ οὕτως ἐχρῆν μέγα φρονεῖν· οὐδὲν γὰρ οἴκοθεν ἔχεις, ἀλλὰ παρὰ τοῦ Θεοῦ πάντα λαβών. «Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» Ἀλλ' ἔλαβες, φησιν, καὶ διὰ τοῦτο μέγα φρονεῖς; ἀλλὰ δι' αὐτὸ μὲν τοῦτο ἔδει συνεστάλθαι. Οὐ γὰρ σόν ἐστι τὸ δοθὲν, ἀλλὰ τοῦ δεδωκότος. Εἰ γὰρ ἔλαβες, παρ' ἐκείνου ἔλαβες· εἰ δὲ παρ' ἐκείνου ἔλαβες, οὐ σὸν ἔλαβες. Εἰ δὲ οὐ σὸν ἔλαβες, τί μέγα φρονεῖς, ὁ μὴ σὸν ἔχων; 95.601 «Ἤδη κεκορεσμένοι ἐστέ· ἤδη πλουτήσατε.» Καλῶς τὸ, ἤδη, ἀπὸ τοῦ χρόνου δεικνὺς τὸ ἀπίθανον αὐτῶν, καὶ τὴν ἀνάλογον οἴησιν. «Χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. ∆οκῶ γὰρ, ὁ Θεὸς ἡμᾶς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους.» Βουλόμενος αὐτῶν καθελεῖν τὸν τῦφον, καὶ δεῖξαι ὅτι ἐπὶ τούτοις οὐ μόνον οὐ καλλωπίζεσθαι, ἀλλὰ καὶ αἰσχύνεσθαι χρὴ, πρῶτον μὲν αὐτοὺς καταιδεῖ τῷ, Ἤδη κεκορεσμένοι ἐστέ. Νυνὶ δὲ λέγων πάλιν, Χωρὶς ἡμῶν ἐβασιλεύσατε, τοιοῦτόν τι σημαίνει· Λέγω, φησὶν, ὅτι ὁ παρὼν καιρὸς, οὐ τιμῆς, οὐ δόξης, ὧν ὑμεῖς