1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

20

ὑπετάγη, οὐχ ἑκοῦσα.» Ὅμοιον ὡς εἰ λέγοι· Φθαρτὴ γέγονεν ἡ κτίσις. Καὶ τίνος χάριν; ∆ιὰ σὲ τὸν ἄνθρωπον. Ἐπειδὴ γὰρ τὸ σῶμά σου γέγονε θνητὸν καὶ παθητὸν, καὶ ἡ γῆ κατάραν ἐδέξατο, καὶ ἤνεγκεν ἀκάνθας καὶ τριβόλους. Ὅτι δὲ καὶ οὐρανὸς μετὰ τῆς γῆς παλαιούμενος, πρὸς τὴν ἀμείνω λῆξιν ὕστερον μεταστήσεται, ἄκουσον τῷ Προφήτῃ λέγοντι περὶ τῶν οὐρανῶν· Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ ὥσπερ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. «Ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι· ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.» Εἰ καὶ φθαρτὴ γέγονεν ἡ κτίσις, φησὶ, δι' ἐμὲ, ἀλλ' οὐδὲν ἠδίκηται. Καὶ γὰρ ἄφθαρτος ἔσται δι' ἐμὲ πάλιν· τοῦτο γάρ ἐστιν τὸ, ἐπ' ἐλπίδι. Ὅταν δὲ οὐχ ἑκοῦσα ὑπετάγη, οὐχ ἵνα κυρίαν γνώμης δείξῃ οὖσαν, τοῦτο λέγει, ἀλλ' ἵνα μάθῃς, ὅτι τῆς Χριστοῦ κηδεμονίας τὸ πᾶν ἐγένετο, οὐχὶ ἐκείνης κατόρθωμα τοῦτο. «Εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Τουτέστι, διὰ τὴν ἐλευθερίαν. «Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.» Ὅρα πῶς ἐντρέπει τὸν ἀκροατὴν, μονονουχὶ λέγων, Μὴ γένῃ τῆς κτίσεως χείρων, τοῖς παροῦσιν ἐμφιλοχωρήσας. Οὐ γὰρ μόνον αὐτῶν ἀντέχεσθαι οὐ δεῖ, ἀλλὰ στενάζειν ἐπὶ τῇ μελλήσει τῆς ἐντεῦθεν ἀποδημίας. Εἰ γὰρ ἡ κτίσις τοῦτο ποιεῖ, πολλῷ μᾶλλον σὲ [ἢ] δίκαιον ὄντα τοῦτο ἐπιδείκνυσθαι, τὸν λόγῳ τετιμημένον «Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, ἡμεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν.» Τῶν μελλόντων ἤδη γευσάμενοι, τούτων τὸ τέλος ἰδεῖν σπεύδομεν. Εἰ γὰρ ἀπαρχὴ τοσαύτη, ὡς δι' αὐ 95.508 τῆς καὶ ἁμαρτημάτων ἀπαλλαγῆναι, καὶ δικαιοσύνης ἐπιτυχεῖν καὶ ἁγιασμοῦ, ἐννόησον ἡλίκον τὸ τέλος. «Υἱοθεσίαν ἀπεκδεχόμενοι.» Ἵνα μὴ τοῖς αἱρετικοῖς δῷ λαβὴν, δόξας τὰ παρόντα διαβάλλειν διὰ τοῦ λέγειν, στενάζομεν, φησὶν, ὅτι ταῦτα λέγω, οὐ τῶν παρόντων κατηγορῶν, ἀλλὰ τῶν μελλόντων ἐφιέμενος. Τοῦτο γάρ ἐστι τὸ, υἱοθεσίαν ἀπεκδεχόμενοι. «Τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.» Τουτέστι τὴν ἀπηρτισμένην δόξαν· τότε γὰρ βεβαία ἔσται ἡ χάρις, ὅταν καὶ τὸ σῶμα ὑμῶν ἀπαλλαγῇ θανάτου καὶ τῶν μυρίων παθῶν. Ἔστι δὲ ἀντιπίπτοντος λύσις, ὡς εἴ τις πρὸς αὐτὸν λέγοι· Ἄνω καὶ κάτω βοᾷς ὅτι γεγόναμεν υἱοὶ, καὶ νῦν ἐν ἐλπίσιν αὐτὸ τίθης. Τί οὖν φησι νῦν; Ἐν ἀδήλῳ τὰ ἡμέτερα καθέστηκεν, ἕως ἐσχάτης ἀναπνοῆς. Πολλοὶ γὰρ ὄντες υἱοὶ, γεγόναμεν κύνες καὶ αἰχμάλωτοι. Ἂν δὲ μετὰ χρηστῆς καταλύσωμεν ἐλπίδος, τότε ἀκίνητος ἡ δωρεὰ καὶ σαφεστέρα καὶ μείζων, οὐκέτι τὴν ἀπὸ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου δεδοικυῖα μεταβολήν. «Τῇ γὰρ ἐλπίδι ἐσώθημεν.» Ὃ λέγει τοιοῦτόν ἐστιν· Οὐ δεῖ πάντα ἐντεῦθεν ζητεῖν, ἀλλὰ καὶ ἐλπίζειν. Τοῦτο γὰρ μόνον εἰσηνέγκαμεν τῷ Θεῷ τὸ δῶρον, τὸ πιστεῦσαι αὐτῷ τὰ μέλλοντα ἐπαγγειλαμένῳ· καὶ διὰ ταύτης μόνης ἐσώθημεν τῆς ὁδοῦ. Ἂν οὖν ταύτην ἀπολέσωμεν, τὸ πᾶν τῆς ἡμετέρας εἰσφορᾶς ἀπωλέσαμεν. Ταῦτα δέ φησιν, ἵνα μὴ πάντα ἐνταῦθα ζητῶμεν, καὶ τὴν εὐγένειαν ἡμῶν προδῶμεν, τὴν ἀπὸ τῆς πίστεως. «Ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα.» Εἰ πάντα ἐνταῦθα μέλλεις ζητεῖν, φησὶ, τίς χρεία ἐλπίδος; Τί οὖν ἐστιν ἐλπίς; Τὸ τοῖς μέλλουσι θαῤῥεῖν. Τοῦτο αἰτεῖ μόνον παρὰ σοῦ ὁ Θεὸς, φησὶν, ἵνα ἔχῃς τι καὶ αὐτὸς συνεισενεγκεῖν εἰς τὴν σὴν σωτηρίαν. Καὶ ἐπειδὴ μικρὸν ἦν καὶ εὐτελὲς, ὅρα καὶ ὅπως αὐτὸ ὑψοῖ, ὑπομονὴν εἶναι λέγων αὐτὸ, δι' οὗ πόνους καὶ ἱδρῶτας ὑπεσήμανεν, εἰ καὶ οὐχ οὕτως ἔχει τὰ τῆς ἐλπίδος. Ὡς εἰ ἔλεγεν· Ὥσπερ τὸν πονοῦντα καὶ ταλαιπωρούμενον καὶ μυρία πάσχοντα, οὕτω καὶ τὸν ἐλπίζοντα ὁ Θεὸς στεφανοῖ. Τὸ γὰρ τῆς ὑπομονῆς, ἱδρώτων ἐστὶν ὄνομα καὶ καρτερίας πολλῆς. «Ὡσαύτως καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν.» ∆είκνυσιν ὅτι καὶ πρὸς τὸ κοῦφον τοῦτο ὑπομονῆς πολλῆς ἐπικουρίας τυγχάνομεν. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Τὸ μὲν γίνεται σὸν, τὸ τῆς ὑπομονῆς· τὸ δὲ, τῆς τοῦ Πνεύματος χορηγίας εἰς τὴν ἐλπίδα ἐπαλείφοντος, καὶ δι' αὐτῆς πάλιν τὸν πόνον κουφίζοντος. 95.509 «Τὸ γὰρ, τί προσευξόμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν.»