1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

126

ἐν τοῖς οὐρανοῖς. Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ' ἐμὲ, μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτορίῳ καὶ τοῖς λοιποῖς πᾶσιν, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Γράφει μὲν αὐτοῖς τὴν ἐπιστολὴν ἀπὸ Ῥώμης ἐν πολλῇ οὖσιν ἀθυμίᾳ διὰ τὰ δεσμά. Ἐφ' οἷς δεσμοῖς τοσοῦτον ἀποτρέπει τοῦ λυπεῖσθαι, ὡς καὶ χαρὰν μεγάλην αὐτοὺς ἔχειν, διδάσκειν δι' αὐτὰ, ὅτι δι' αὐτῶν πλεονάζει τὸ κήρυγμα, καὶ ἡ πλάνη ἐξορίζεται. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ δι' εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν. Οἱ ἐχθροὶ τοῦ κηρύγματος, δεθέντος τοῦ Ἀποστόλου διὰ τὸ κηρύσσειν τὸν Ἰησοῦν, βουλόμενοι πλέον κινῆσαι τὸν Νέρωνα, καὶ αὐτοὶ ἐκήρυττον τὸν Ἰησοῦν, καὶ συνέβαινεν αὐτοῖς τὸ ἐναντίον οὗ ἐβούλοντο ποιεῖν. Θέλοντες γὰρ καταλύσαι τὸ κήρυγμα, ηὔξανον μᾶλλον, εἰ καὶ οὐχ ἁγνῶς ἐκήρυσσον, τουτέστιν ἀπὸ καρδίας, καὶ αὐτὸ τοῦτο σπουδάζοντες, οὐ τὸ μαθεῖν ἀνθρώπους τὴν ἀλήθειαν, ἀλλὰ διὰ τὸ ἐγείρειν θλίψιν τῷ Ἀποστόλῳ. Οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἱ οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι. Τί γάρ; Πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται. Ὅσοι ἁγνῶς, φησὶ, κηρύττουσι, θαῤῥοῦντες τῇ ἐμῇ ἀπολογίᾳ τοῦτο ποιοῦσιν. Ἤδεσαν γὰρ ὡς κοινὴ ἔσται ὑπὲρ αὐτῶν ἀπολογία ἡ παρὰ τοῦ Ἀποστόλου γινομένη. 95.861 Χαίρω· ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι. Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου. Τοσοῦτον ἀπέχω, φησὶ, τοῦ ἀλγεῖν ἐπὶ τοῖς δεσμοῖς καὶ τῇ μελλούσῃ ἀπολογίᾳ, οὐ μόνον τῇ ὑπὲρ ὧν ἐγὼ κηρύσσω, ἀλλὰ καὶ ὑπὲρ ὧν ἐκεῖνοι, ὥστε καὶ χαρὰν ἡγοῦμαι τὸ πρᾶγμα. Ἀποβήσεται γὰρ ἡμῖν εἰς σωτηρίαν· καὶ εὐθέως εἰσάγει τὸ μέτριον διὰ τῆς αὐτῶν δεήσεως καὶ χορηγίας τοῦ Πνεύματος, ταύτην αὐτῷ γίνεσθαι λέγων τὴν σωτηρίαν. Ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ' ἐν πάσᾳ παῤῥησίᾳ, ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου. Τουτέστιν, οὐ φόβῳ τῶν δεσμῶν, οὐ τῆς ἀπολογίας, οὐκ αὐτοῦ τοῦ θανάτου, προδώσω τὸ κήρυγμα. Εἴτε διὰ ζωῆς, εἴτε διὰ θανάτου. Κἂν ζῶ, φησὶ, πλεονάσω τῷ κηρύγματι, κἂν ἀποθάνω, πάλιν δοξάζεται Χριστὸς, ὅτι τοιούτους ἔσχε τοὺς ὑπηρέτας τὸ αὐτοῦ κήρυγμα, ὡς καὶ αὐτοῦ καταφρονῆσαι τοῦ θανάτου. Ἐμοὶ γὰρ τὸ ζῇν Χριστός. Βλέπε διὰ πόσων ἀπάγει αὐτοὺς τῆς λύπης. πρώτου μὲν, τοῦ μὴ αἰσχύνεσθαι· δευτέρου, τοῦ μεγαλύνεσθαι [διὰ] τὸν Χριστόν· τρίτου, τοῦ διὰ Χριστὸν μόνον αἱρεῖσθαι τὸ ζῇν, ἵνα τὴν διακονίαν αὐτοῦ πληρώσῃ. Καὶ τὸ ἀποθανεῖν κέρδος. Μὴ ἀλγεῖτε, φησὶν, ἐπὶ τοῖς δεσμοῖς μου. Καὶ αὐτὸ γὰρ τὸ ἀποθανεῖν ὑπὲρ τοῦ Χριστοῦ κέρδος μέγιστον. Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό μοι καρπὸς ἔργου. Καὶ τί αἱρήσομαι οὐ γνωρίζω. Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων Ἐπεξεργάζεται τὰ προειρημένα, καὶ οἷον ἑρμηνεύει, ὅ τι ἐστὶ τὸ, ἐμοὶ ζῆν ὁ Χριστός· λέγει οὖν, ὡς τὸ ζῇν Χριστὸς ταύτην τὴν ζωὴν, οὐδὲν ἄλλο ἐστὶν, ἢ ἐργασία πνευματικὴ, ἧς ὀφείλεταί μοι καρπός. Εἰς τὸ ἀναλύσαι, καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ, ἀναγκαιότερον δι' ὑμᾶς. Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν. Καὶ νῦν μὲν ἦν μετὰ Χριστοῦ, κατὰ τὸ, Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Ἀλλ' οὐχ οὕτως ὡς τότε. Νῦν μὲν γὰρ, φησὶν, ὁρῶμεν δι' ἐσόπτρου καὶ αἰνίγματος, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. Ὅρα πάλιν πόσην αὐτοῖς μαρτυρεῖ ἐργασίαν καλοῦ. Ὁ γὰρ προκόπτων, βαδίζων προκόπτει. 95.864 Ποῦ δὲ προκόπτουσιν, ἢ εἰς τὴν χαρὰν τῆς πίστεως; Ὁ δὲ εἰς ταύτην προκόπτων, καυχήσεται, φησὶν, ἐν Χριστῷ. Μόνον ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ