1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

63

καθεῖλεν τῶν ἐπὶ γνώσει μέγα φρονούντων· Καὶ εἰπὼν, ∆οκῶν ἑστάναι, δείκνυσιν ὡς οὐδὲ ἑστάναι τοῦτο ἐστὶ τὸ θαῤῥεῖν ἐφ' ἑαυτῷ. Ταχέως γὰρ ὁ τοιοῦτος πεσεῖται. «Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος. Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. ∆ιόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας.» Τουτέστι, μικρὸς καὶ βραχὺς καὶ σύμμετρος. Τὸ γὰρ, ἀνθρώπινος, τὸ μικρὸν σημαίνει, ὡς ὅταν λέγῃ· Ἀνθρώπινον λέγω, διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Μὴ τοίνυν μέγα φρονῆτε, φησὶν, ὡς περιγενόμενοι. «Ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι.» Ἐπειδὴ μέγα ἐφθέγξατο, καὶ τὴν κατηγορίαν ηὔξησεν, τὴν εἰδωλολατρίαν εἰπὼν, ἵνα μὴ δόξῃ τραχύνειν αὐτοὺς, καὶ φορτικὸν ποιεῖν τὸν λόγον, αὐτοῖς λοιπὸν καθίζει τὴν κρίσιν, καὶ μετ' ἐγκωμίου καθίζει τοὺς δικάζοντας, λέγων· Ὡς φρονίμοις ὑμῖν λέγω. «Τὸ ποτήριον τῆς εὐλογίας, οὗ εὐλογοῦμεν.» Εὐλογίαν ὅταν εἴπῃ, τὴν εὐχαριστίαν λέγει. Εὐχαριστίαν δὲ λέγων, πάντα ἀναπτύσσει τὸν τῆς εὐεργεσίας τοῦ Θεοῦ θησαυρὸν, καὶ τῶν μεγάλων ἀναμιμνήσκει δωρεῶν, ὅτι ἐλπίδα μὴ ἔχοντας, καὶ ἀθέους ὄντας ἐν τῷ κόσμῳ, ἀδελφοὺς αὐτοῦ κατεσκεύασεν καὶ συγκληρονόμους. «Οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν;» Τὸ ἐν τῷ ποτηρίῳ, φησὶν, ἐκεῖνό ἐστιν, τὸ ἀπὸ τῆς πλευρᾶς ῥεῦσαν, καὶ ἐκείνου μετέχομεν. «Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;» Καὶ διὰ τί οὐκ εἶπε, μετοχήν; Ὅτι πλεῖόν τι ἐμφανίσαι ἠβουλήθη, καὶ πολλὴν ἐνδείξασθαι τὴν συνάφειαν. Οὐ γὰρ τῷ μετέχειν μόνον, καὶ μεταλαμβάνειν, ἀλλὰ καὶ τῷ ἑνοῦσθαι κοινωνοῦμεν. Καθάπερ τὸ σῶμα ἥνωται τῷ Λόγῳ, οὕτω καὶ ἡμεῖς αὐτῷ διὰ τοῦ ἄρτου τούτου ἑνούμεθα. 95.649 «Ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.» Τί λέγω κοινωνίαν, φησὶν, αὐτό ἐσμεν ἐκεῖνο τὸ σῶμα. Ὁ γὰρ ἄρτος σῶμά ἐστι Χριστοῦ, καὶ οἱ μεταλαμβάνοντες δὲ, σῶμα γίνονται, οὐχὶ σώματα πολλὰ, ἀλλὰ σῶμα ἕν. Καθάπερ ὁ ἄρτος ἐκ πολλῶν συγκείμενος κόκκων ἥνωται, ὡς μηδαμῶς φαίνεσθαι τοὺς κόκκους, ἀλλ' εἶναι μὲν αὐτοὺς, ἄδηλον δὲ αὐτῶν εἶναι τὴν διαφορὰν τῇ συναφείᾳ, οὕτω καὶ ἀλλήλοις καὶ τῷ Χριστῷ συναπτόμεθα. Οὐδὲ γὰρ ἐξ ἄλλου μὲν σώματος ἄλλος, ἐξ ἄλλου δὲ ἄλλος τρέφεται, ἀλλ' ἐξ αὐτοῦ πάντες. ∆ιό φησιν· Οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Εἰ δὲ ἐκ τοῦ αὐτοῦ, καὶ τὸ αὐτὸ γινόμεθα πάντες, διὰ τί μὴ καὶ τὴν αὐτὴν ἀγάπην ἐπιδεικνύμεθα, καὶ γινόμεθα κατὰ τοῦτο ἕν; «Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα. Οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας, κοινωνοὶ τοῦ θυσιαστηρίου οὐκ εἰσίν; τί οὖν; φημί.» Ἐπειδὴ πολλοὶ τοῦ μεγέθους τῶν λεχθέντων ἦσαν ταπεινότεροι, ἀπὸ τῶν προτέρων αὐτοὺς πείθει καὶ συνήθων. Καὶ καλῶς σάρκα φησὶν, ὡς αὐτῶν κατὰ πνεῦμα ὄντων. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Κἂν ἀπὸ τῶν παχυτέρων παιδευθῆτε. «Ὅτι εἴδωλον, τὶ ἐστίν; ἢ ὅτι εἰδωλόθυτον, τὶ ἐστίν; ἀλλ' ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῷ. Οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.» Εἰπὼν ὅτι κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶν, φοβηθεὶς μὴ δόξῃ ὥσπερ ἰσχὺν ἐχόντων τῶν εἰδώλων διαλέγεσθαι, καὶ δυναμένων βλάψαι, ὅρα πῶς αὐτὰ καθαιρεῖ, μονονουχὶ λέγων· Ταῦτα λέγω, φησὶ, καὶ ἀπάγω, οὐχ ὡς δυναμένων βλάψαι τι τῶν εἰδώλων, καὶ ἰσχὺν ἐχόντων· οὐδὲν γάρ εἰσιν· ἀλλὰ βούλομαι καταφρονεῖν αὐτῶν ὑμᾶς, καὶ τούτου χάριν, μετὰ σπουδῆς ἀποτρέπω τῶν τοιούτων βρωμάτων, ὅτι οὐ προσάγεται τῷ Θεῷ. ∆ιό φησιν· Ἃ γὰρ θύει τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῷ. «Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν, καὶ ποτήριον δαιμονίων. Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων.» Χρησάμενος τῷ κατὰ παραίνεσιν λόγῳ, χρῆται λοιπὸν καὶ τῷ ἀποφαντικῷ καὶ αὐθεντικῷ, καὶ ἀρκεῖται τοῖς ὀνόμασι μόνοις εἰς τὴν ἀπαγωγὴν, Κυρίου ποτήριον, καὶ δαιμόνων ποτήριον, λέγων. «Ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;» Τουτέστι, Πειράζομεν αὐτὸν, εἰ δύναται κολάσαι ἡμᾶς, καὶ παρακνίζομεν αὐτὸν, πρὸς τοὺς ὑπεναντίους