1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

134

Υἱὸς τῆς ἀγάπης τοῦ Πατρὸς, ἀντὶ ἀνθρώπων καὶ ὑπὲρ ἀνθρώπων ἀγαπηθεὶς, κατὰ τὴν ἐν ἀνθρώποις λειτουργικὴν ἐνέργειαν· καὶ κατὰ τὴν τοῦ δούλου μορφὴν πληρώσας τὰ ὑπὸ κόσμου ἐλλειπόμενα. Καὶ διὰ τοῦ αἵματος αὐτοῦ λέγει τὴν ἀπολύτρωσιν. Λύτρου γὰρ λόγῳ δέδοται τὸ αἷμα τοῦ Κυρίου, ἐξάγον τοὺς ὑπὸ θανάτου αἰχμαλώτους εἰς ζωήν· ὅτι οὐχ ἑτέρως οἷόν τε ἦν ἐπαναχθῆναι τοὺς ὑπὸ τὴν τοῦ θανάτου βασιλείαν, ἢ διὰ τοῦ κοινωνήσαντος ἡμῖν θανάτῳ, καὶ ὁδηγοῦντος ἡμᾶς ζωήν. Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Ἡ τῆς χάριτος ἐξήγησις εἰς τὴν θεολογίαν ἀνατρέχει. Ἀπὸ γὰρ τῆς ἐνεργείας τῆς ἐν τῇ παρουσίᾳ γινώσκομεν τὴν τοῦ Θεοῦ οὐσίαν τὴν πρὸ τῆς παρουσίας. Θεοῦ γὰρ ἔργον, τὸ σβέσαι θάνατον, καὶ ζωὴν ἀντικαταστῆσαι, καὶ τὸν κόσμον εἰς Θεὸν ἐπαναγαγεῖν. ∆ιὰ τοῦτο λέγει· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, ἵνα καὶ ὅτι ἔστι Θεὸς, ἐπιδείξῃ, καὶ ὅτι οὐχὶ ὁ Πατὴρ αὐτὸς, ἀλλ' εἰκὼν τοῦ Πατρὸς, ταυτότητα ἔχων πρὸς αὐτὸν, οὐκ αὐτὸς ὢν ἐκεῖνος. Πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται, καὶ οὗτός ἐστι πρὸ πάντων. Ὅρα πῶς καὶ τὴν ἐκ Πατρὸς αὐτοῦ προαιώνιον κηρύττει γέννησιν, καὶ τῶν κτισμάτων αὐτὸν χωρίζει, τῷ λέγειν, ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. Εἰ δὲ ἀδελφότης ἦν υἱῶν δευτέρων ἐπὶ τῷ πρώτῳ γενομένων, οὐκ ἂν ἐν αὐτῷ ἔλεγεν αὐτὰ ἐκτίσθαι. Τῇ γὰρ σοφίᾳ πάντα ἐποίησεν ὁ Πατὴρ, Χριστὸς δὲ ἐστὶ Θεοῦ δύναμις καὶ σοφία. Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. Καὶ ἐν αὐτῷ, ἔκτισται, φησὶ, τὰ πάντα, καὶ ἐν αὐτῷ συνέστηκεν, καὶ αὐτός ἐστι κεφαλὴ, καὶ ἀμφότερα συνάγει, τά τε τῆς θεολογίας, καὶ τὰ τῆς κενώσεως. Αὐτὸς γὰρ, φησὶν, ἐστὶν ὁ πρὸ αἰώνων γεννηθεὶς, ὁ καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν. Πρωτεύειν δὲ αὐτὸν λέγει, οὐχ ὡς τὸ πρωτεύειν προλαβόντα, ἀλλ' ὡς δόξαν ἡμῖν τοῦ πρωτεύεσθαι ὑπ' αὐτοῦ χαριζόμενον. Οὕτω γὰρ καὶ διαμένειν ἔμελλε τὰ ποιήματα, ἐξαρτηθέντα τοῦ δημιουργοῦ καὶ ἀποπεφευγότα τὴν φθορὰν, ἣν ὑπέμεινεν ἐν τῷ τὴν διάῤῥηξιν εἰς φθορὰν μεταβάλλειν ὅπερ εἶπεν ἐν τῇ πρὸς Ἐφεσίους. Ὅτι ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα κατοι 95.889 κῆσαι, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ δι' αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Ὅτι ἐν αὐτῷ ηὐδόκησεν ἀνακεφαλαιώσασθαι τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, οὕτω καὶ ἐνταῦθα πάλιν λέγει δι' ἑτέρων λέξεων. Ὁ γὰρ θάνατος τοῦ Χριστοῦ, καὶ τὸν ἄνθρωπον ἀνέσωσεν, καὶ ἀνεστοιχείωσε, καὶ τοὺς ἀγγέλους εἰς τὴν ἀρχαίαν ἤγαγε χαρὰν σωζομένων ἀνθρώπων, καὶ συνῆψε τὰ κάτω τοῖς ἄνω· καὶ τοῦτό ἐστι τὸ, ἀποκαταλλάξαι τὰ πάντα. Ἐποίησε γὰρ εἰρήνην, καὶ τὴν ἔχθραν ἦρεν ἐκ τοῦ μέσου. ∆ιὸ καὶ ἔλεγον οἱ ἄγγελοι, ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ, ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους, καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ. Ἐχθροὶ ἦσαν τῇ διανοίᾳ οἱ κεχωρισμένοι τοῦ Ἰσραὴλ διὰ τὸ ἐν ἔργοις εἶναι πονηροῖς. Τὴν μὲν προϋπάρχουσαν ἔχθραν, διὰ τὴν κακίαν καὶ ἀνομίαν εἰς φιλίαν ἐληλυθέναι φησὶ, διὰ τὸ νεκρωθῆναι τὸν τῆς σαρκὸς βίον, τὸν ἐν ἡμῖν μὲν ἐῤῥυπωμένον, ἐν Χριστῷ δὲ καθαρὸν, δοθέντα δὲ ὅμως εἰς νέκρωσιν ὑπὲρ τοῦ τὴν ἐν τῷ βίῳ τούτῳ παρ' ἡμῖν κεκρατηκυῖαν ἁμαρτίαν ἐκ βάθρων ἀναιρεθῆναι, ὥστε ἡμᾶς καθ' ἑτέραν ζωὴν τὴν ἐκ νεκρῶν παραστῆναι Θεῷ, μηκέτι ἐνόχους τοῖς ἐγκλήμασι τῆς προτέρας ζωῆς, ὅσοι δηλαδὴ συμμορφούμεθα τῷ θανάτῳ καὶ τῇ ἀναστάσει τοῦ Χριστοῦ. Εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν