1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

127

πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν, ἀκούσω τὰ περὶ ὑμῶν. Μαρτυρήσας αὐτοῖς πολλὴν προκοπὴν, ἠρέμα καταστέλλει αὐτοὺς, ἵνα μὴ φυσηθῶσιν ἀκούσαντες, ὡς προέκοψαν. Καταστέλλει δὲ, ἀξίαν αὐτοὺς τοῦ Εὐαγγελίου πολιτείαν ἐπιτηδεύειν παραινῶν. Ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου, καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥ τις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, Εἰπὼν αὐτοῖς ἀξίους τοῦ Εὐαγγελίου πολιτεύεσθαι, λέγει καὶ τὸ εἶδος τῆς πολιτείας. Τοῦτο δέ ἐστι τὸ περὶ τὴν πίστιν γνήσιον. Ἄλλως γὰρ οὐ δύνασθε ἓν πνεῦμα γενέσθαι, ἢ οὕτως· ἔπειτα τὸ καὶ μίαν ἔχειν ψυχήν. Τοῦτο δὲ ὑπερβαλλούσης ἀγάπης ἀπόδειξις. Μέγαν δὲ λέγει εἶναι τὸν ἐκ τούτων ἆθλον. Καὶ ποῖον τοῦτο, ἢ τὸ ἀθλητὰς αὐτοὺς γενέσθαι ὑπὲρ τοῦ Εὐαγγελίου; Ἦσαν γὰρ πολλοὶ οἱ ἀντικείμενοι οἱ τῆς περιτομῆς. Ἡμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ· ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ὅρα πάλιν ὡς ἠρέμα καταστέλλει. Εἰπὼν γὰρ ὅτι ἀθληταί ἐστε ὑπὲρ τοῦ Εὐαγγελίου, ἐπήγαγεν ὅτι αὐτὸ τοῦτο ἀπὸ Θεοῦ ἔρχεται· καὶ τοῦτο ὑμῖν ἐχαρίσθη τὸ πάσχειν ὑπὲρ αὐτοῦ. Τοῦτο δὲ, φησὶν, οὐ τὰ τοῦ φρονήματος διαλύων, οὐ τὰ τῆς προθέσεως· δεῖ γὰρ ἀγαθήν με ἔχειν πρόθεσιν, πάντα δὲ ἀγαθὰ ἡγεῖσθαι ἐκ Θεοῦ. Οὐκ ἐγὼ γὰρ, ἀλλ' ἡ χάρις ἡ σὺν ἐμοί. Τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ, καὶ νῦν ἀκούετε ἐν ἐμοί. ∆ύο χρήσιμα ἐνταῦθά ἐστι, καὶ τὸ μὴ ὑψοῦσθαι ὡς μόνους ἀθλητὰς, ὅπου γε κατὰ μίμησιν αὐτοῦ ἀθλοῦσι. Καὶ τοῦ μὴ δειλιᾷν ἐπὶ τοῖς δεσμοῖς, καὶ τῇ προσδοκίᾳ τοῦ θανάτου, ὅπου γε καὶ μιμεῖσθαι αὐτοὺς ἑαυτὸν παρακελεύεται. Ὅρα δὲ πόση ἀγωνία τῷ Παύλῳ περὶ τῶν μαθητῶν, ὡς καὶ κατορθούντων αὐτῶν, καὶ δεδιότων, ἀγωνιᾷν· κατορθούντων μὲν διὰ τὸ ὕψωμα, δεδιότων δὲ, διὰ τὴν τῆς δειλίας γενομένην ὑποστολήν.

ΚΕΦΑΛ. Βʹ. Εἴ τις οὖν παράκλησιν ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία

πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοὶ, πληρώσατέ μου τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες. 95.865 Μέλλων αὐτοῖς παραινεῖν ὁμοπίστοις εἶναι καὶ ὁμοψύχοις, ὥσπερ ὅρκῳ αὐτῶν προκαταλαμβάνει τὰς ψυχὰς, μονονουχὶ λέγων· πρὸς αὐτῆς τῆς παρακλήσεως ὑμᾶς ὁρκίζω, ἧς παρεκάλεσεν ἡμᾶς ὁ Χριστὸς, καὶ τῆς ἀγάπης, καὶ τῆς κοινωνίας τοῦ Πνεύματος, πρὸς αὐτῶν τῶν σπλάγχνων, πρὸς αὐτῶν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, πληρώσατέ μου τὴν χαράν. Αὕτη δέ ἐστι τὸ, ὁμοπίστους ὑμᾶς εἶναι καὶ ὁμοψύχους. Μηδὲν κατὰ ἐρίθειαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ, ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Τοῦτο γάρ ἐστι μάλιστα τὸ τὰς αἱρέσεις ποιοῦν, ἔρις καὶ κενοδοξία. Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος. Μὴ τοῦτο σκόπει, φησὶν, ὅπως διδάσκαλος καὶ μέγας τις ὀνομασθῇς, ἀλλ' ὅπως μὴ σκανδαλίσῃς τὸν ἀδελφόν. Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ, τῶν ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστός. Περὶ ταπεινοφροσύνης ἦν αὐτῷ ὁ λόγος, εἰ καὶ δόγματος ἅπτεται. Ὅρα δὲ πόση ἀκρίβεια τοῦ δόγματος. Ὅτι καὶ ἴσος τῷ Πατρὶ ὁ Χριστὸς, καὶ ὅτι ἑαυτὸν ἐκένωσε, καὶ ὅτι ἄνθρωπος γέγονε, καὶ ὅτι ἑκών. Ἵνα γὰρ μή τις ἀκούσας ὡς ὑπήκοος γέγονε τῷ Πατρὶ, ἀνάγκην νομίσῃ ἐπενέχθαι αὐτῷ, ὡς ἀπὸ μείζονος πρὸς ἐλάττονα, τούτου χάριν πολλαχοῦ τὸ, ἑαυτὸν, προσάπτει, ἑαυτὸν ἐκένωσε