1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

136

ἀφεστηκυῖα. Οὐ γὰρ ἱκανὰ περὶ Θεοῦ τὰ ἐξ ἀνθρώπων νοήματα, ἐπειδὴ πᾶσαι αἱ ἀνθρώπιναι καταλήψεις ἐκ τῶν ὁρατῶν οὖσαι, καὶ ἐκ τῶν τοῦ κόσμου στοιχείων, οὐκ εἰσὶ βέβαιαι πρὸς τὴν τῶν ζητουμένων κατάληψιν, τῶν ἀοράτων τῶν ζητουμένων. Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Ἐν Χριστῷ, φησὶ, καὶ ὁ Πατήρ ἐστι καὶ τὸ ἅγιον Πνεῦμα. Καὶ ἵνα μή τις νομίσῃ σχετικὴν εἶναι τὴν κατοίκησιν, ἢ συναπτικὴν ἁπλῶς, τούτου χάριν εἶπε, σωματικῶς, ἀντὶ τοῦ, οὐσιωδῶς. Λέγει οὖν, ὡς οὗτος ὁ γενόμενος ἄνθρωπός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ὁμοούσιος αὐτῷ τε καὶ τῷ ἁγίῳ Πνεύματι. Καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι. Ἐπειδὴ σὰρξ αὐτοῦ καὶ μέλη γεγόνατε, καὶ κεφαλὴν αὐτὸν ἔχετε, τούτου χάριν Πνεύματος ἁγίου ἐστὲ πεπληρωμένοι. Ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. Εἰ καὶ ὁμοούσιος, φησὶ, γέγονεν ἡμῖν κατὰ τὴν σάρκα, ἤτοι τὴν ἀνθρωπότητα, ἀλλ' οὖν καὶ οὗτός ἐστι κατεξουσιάζων τῶν ἀνθρώπων. Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν. Καὶ ὑμᾶς νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασι, καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος ὑμῖν πάντα τὰ παραπτώματα. Ἐπισυνάπτει τοῖς Ἰουδαϊκοῖς τὰ Ἑλληνικὰ, οὐκ ἐκβάλλων αὐτὰ ὥσπερ ἐκεῖνα, ἀλλ' ὑπεραναβαίνων, καὶ σώζων ἐν τοῖς πνευματικοῖς τὰ σωματικά. Τὸ πρῶτον οὖν γνώρισμα τοῦ Ἰουδαϊσμοῦ τὴν περιτομὴν ἔχων, ἡμᾶς, φησὶ, πιστεύοντας τῇ ἀληθεῖ περιτομῇ Χριστοῦ, καὶ μετέχοντας αὐτῆς· αὕτη δέ ἐστιν οὐ διὰ χειρουργίας ἀνθρωπίνης γινομένη, ἀλλὰ διὰ τῆς τοῦ σώματος ἑκουσίου ἀποδύσεως, τοῦ γηΐνου βίου ἀποτιθεμένου εἰς ἀνάληψιν τοῦ οὐρανίου, τοῦ δι' ἀναστάσεως ἡμῖν ἀποδιδομένου· ἥντινα ἀνάστασιν ἤδη μὲν ἔχομεν δυνάμει, πιστεύοντες τῷ ὑπὲρ ἡμῶν ἀναστάντι, κομιούμεθα δὲ καὶ ἔργῳ τὴν ἀνάστασιν ἐν τῷ ἰδίῳ καιρῷ. Ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτῷ τῷ σταυρῷ, ἀπεκδυσάμε 95.896 νος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Ἐν τοῖς παρακούσασι Θεοῦ, καθάπερ γράμμα ἐστὶ τὴν παρακοὴν ἐλέγχον, ἡ ἐκτύπωσις, ἡ ἐκ τῆς πονηρᾶς ζωῆς. Τὸ διάγραμμα τοῦτο ἐξαλείφεται, ὡς μηκέτι καταμαρτυρεῖν ἡμῶν, ἐὰν δόγματι θείῳ προσίωμεν, τουτέστι προαιρέσει καὶ σπουδῇ. Προσήλωται οὖν, φησὶ, τῷ σταυρῷ τοῦ Κυρίου, τουτέστι νενέκρωται καὶ ἠκύρωται, τῆς ζωῆς νεκρωθείσης, ἐν ᾖ τὴν τύπωσιν εἴχομεν τῆς πονηρίας, καὶ τῆς ἐξ αὐτῆς καταμαρτυρίας. Ὁ γὰρ νεκρώσας τὴν ζωὴν, ἐνέκρωσε τὸ κατ' αὐτῆς χειρόγραφον, καὶ τὰς πονηρὰς ἐξουσίας τὰς περιπεφυκυίας τῇ κακίᾳ τῇ σαρκικῇ, καὶ οἱονεὶ σκεπούσας καὶ καλυπτούσας τὸν ἄνθρωπον, συναπεκδύσατο τῷ σώματι, συνεκρέμασε, βαστάζων μὲν αἰσχύνην αὐτὸς, τὴν ἐν ἀνθρώπων ὀφθαλμοῖς, περιτρέπων δὲ αὐτὴν εἰς τοὺς σταυροῦντας τοῦ αἰῶνος τούτου ἄρχοντας ὄντας· ὅτι τὸ ἰσχυρὸν αὐτῶν, ὁ θάνατος ἀνῃρέθη μεταπεσὼν εἰς ζωὴν, ὥστε ἐκπεπτωκέναι τοῦ θρόνου, διὰ τὸ τὴν ῥίζωσιν, καὶ τὴν ὑποβάθραν αὐτοῦ περιῃρῆσθαι, ἥτις ἐστὶν ὁ θάνατος. Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ Νουμηνίας, ἢ Σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ. Ἀπηλλάγητε, φησὶ, τῶν περὶ σωμάτων νομοθετημάτων. Ταῦτα γὰρ πάντα τυπικαὶ σκιαὶ μελλόντων, ὅτε τὴν ὄντως ἔχοντες καθρότητα, καὶ τὴν ἀληθῆ ἑορτάζοντες ἑορτὴν, Θεῷ παραστησόμεθα. Μηδεὶς ὑμᾶς καταβραβευέτω, θέλων ἐν ταπεινοφροσύνῃ, καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων χορηγοῦν, καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ. Μὴ νομοθετείτω τις ὑμῖν, φησὶ, νομοθεσίαν ἔτι τὴν ταπεινὴν, τὴν