1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

34

δευτέραν προστίθησι, λέγων, προσλαμβάνεσθε. ∆είκνυσι γὰρ πάλιν πολλῆς δεόμενον ἐπιμελείας, ὅπερ σημεῖον ἐσχάτης ἀῤῥωστίας ἐστίν. ∆ηλοῖ τοιοῦτο αὐτοῦ τὸ ἁμάρτημα ὂν, ὡς καὶ τοὺς ἀντεχομένους αὐτοῦ τῆς βοηθείας, διακρίνεσθαι. «Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω.» Οὐκ εἶπεν, ἐάτω· οὐκ εἶπε, μὴ ἐγκαλείτω· οὐκ εἶπε, μὴ διορθούσθω, ἀλλὰ, μὴ ὀνειδιζέτω, μηδὲ διαπτυέτω. «Ὁ δὲ μὴ ἐσθίων, τὸν ἐσθίοντα μὴ κρινέτω.» Ὥσπερ γὰρ οἱ τελειότεροι τοὺς ἀσθενεστέρους ηὐτέλιζον ὡς ὀλιγοπίστους, καὶ νόθους, καὶ Ἰουδαΐζοντας· οὕτως ἐκεῖνοι τούτους ἔκρινον ὡς παρανομοῦντας, ἢ ὡς λαιμαργίᾳ προσέχοντας. «Ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο· σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει.» Τουτέστι, τὴν ἄφατον αὐτοῦ περὶ αὐτὸν ἐπεδείξατο χάριν. «Σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.» ∆είκνυσιν ἔτι χρῄζοντα τῆς προσοχῆς, καὶ τοσαύτης ἐπιμελείας δεόμενον, ὡς καὶ τὸν Θεὸν εἰς ταῦτα καλεῖν βοηθόν. «Ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ' ἡμέραν· ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω.» Ἐνταῦθα δοκεῖ ἠρέμα περὶ νηστείας αἰνίττεσθαι. Καὶ γὰρ εἰκὸς τῶν νηστευόντων τινὰς, τοὺς μὴ νηστεύοντας διηνεκῶς κρίνειν. «Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ. Καὶ ὁ ἐσθίων, 95.553 Κυρίῳ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ.» Οὐ περὶ τὰ καίρια, φησὶ, τὸ πρᾶγμά ἐστιν· τὸ γὰρ ζητούμενον, εἰ διὰ τὸν Θεὸν οὗτος κἀκεῖνος ἐργάζεται· καὶ εἰ ἀμφότεροι εἰς εὐχαριστίαν τελευτῶσιν. Καὶ γὰρ καὶ οὗτος καὶ ἐκεῖνος εὐχαριστοῦσι τῷ Θεῷ. «Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει. Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνήσκομεν, τῷ Κυρίῳ ἀποθνήσκομεν· ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Θεοῦ. Γέγραπται γάρ· Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ· μηκέτι οὖν ἀλλήλους κρίνωμεν.» Σαφέστερον ἐδήλωσεν ὅτι ὁ τὸ νόμῳ ζῶν, οὐ δύναται τῷ Χριστῷ ζῇν. «Ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ, ἢ σκάνδαλον.» Ἀμφοτέροις ἁρμόζειν δύναται, καὶ τοῦ τελείου σκανδαλιζομένου ἐπὶ τῇ τῶν βρωμάτων παρατηρήσει, καὶ τοῦ ἀτελοῦς προσκόπτοντος ἐπὶ τῇ σφοδρᾷ ἐπιπλήξει. «Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν· εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατ' ἀγάπην περιπατεῖς.» Πρότερον ἐπιτιμήσας τῷ κρίνοντι αὐτοῦ τὸν ἀδελφὸν, τότε λοιπὸν καὶ ὑπὲρ δόγματος ἀποφαίνεται. «Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.» Χριστὸς μὲν ὑπὲρ αὐτοῦ ἀπέθανε, φησίν· σὺ δὲ τοσοῦτον τὸν ἀδελφὸν οὐ τιμᾷς, ὡς μηδὲ ἀποχῇ βρωμάτων ὠνήσασθαι αὐτοῦ τὴν σωτηρίαν; «Μὴ βλασφημείσθω οὖν ἡμῶν τὸ ἀγαθόν· οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη, καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ.» Ἀγαθὸν ἐνταῦθα τὴν ἀπηρτισμένην εὐσέβειάν φησιν. «Ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ, εὐάρεστος τῷ Θεῷ, καὶ δόκιμος τοῖς ἀνθρώποις. Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.» Οὐ γὰρ οὕτω σε θαυμάσονται τῆς τελειότητος, φησὶν, ὡς τῆς εἰρήνης καὶ τῆς ὁμονοίας ἅπαντες. Τούτου μὲν γὰρ τοῦ καλοῦ πάντες ἀπολαύσουσιν, ἐκείνου δὲ, μόνος αὐτός. «Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ.» Τὴν σωτηρίαν τοῦ ἀδελφοῦ φησι. «Πάντα μὲν καθαρὰ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ 95.556 τῷ διὰ προσκόμματος ἐσθίοντι. Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει.» Ἵνα μὴ αἱ τοσαῦται συγχωρήσεις βεβαιώσωσι τὸν ἀσθενέστερον ἐν τῇ πονηρᾷ ὑπολήψει, δογματίζει πάλιν. «Σὺ πίστιν ἔχεις; κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ.» Ὃ λέγει τοσοῦτόν