1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

45

ὄψεων. «Καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται.» Τὴν αἰτίαν παρατίθεται· λέγει δὲ, ὅτι πίστεως δεῖται τὰ λεγόμενα, καὶ λόγοις νῦν καταλαμβάνειν οὐκ ἔνι. Ὑπερβαίνει γὰρ αὐτῶν τὸ μέγεθος τῆς ἡμετέρας διανοίας τὴν εὐτέλειαν. «Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα· αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται.» Ὥσπερ γὰρ ὁ βλέπων, πάντα μὲν αὐτὸς ὁρᾷ τὰ τοῦ μὴ βλέποντος· τὰ δὲ ἐκείνου τοῦ βλέποντος, δηλονότι τῶν μὴ βλεπόντων οὐδεὶς ὁρᾷ. Οὕτω καὶ ἡμεῖς τὰ μὲν ἡμέτερα καὶ τὰ τῶν ἀπίστων πάντα ἴσμεν· τὰ δὲ ἡμῶν, ἐκεῖνοι λοιπὸν οὐκέτι. Τὸ δὲ ἀνακρίνει, ἀντὶ τοῦ, ἐλέγχει, φησίν. Καὶ γὰρ ἴσμεν τίς μὲν ἡ τῶν παρόντων πραγμάτων φύσις, τίς δὲ ἡ τῶν μελλόντων ἀξία, καὶ ὅτι τὰ μέλλοντά ἐστιν ἀθάνατα καὶ ἀκίνητα, τὰ δὲ παρόντα φθαρτὰ καὶ πρόσκαιρα. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν;» Εἰπὼν ὅτι ὁ ψυχικὸς ἄνθρωπος οὐδὲν ἐπίσταται, ἐπάγει τούτου κατασκευὴν λέγων· καὶ εἰκότως οἶδεν οὐδέν. Οὐ γὰρ ἔγνω τὸν νοῦν τοῦ Κυρίου, τουτέστι τὴν ἀποκάλυψιν τοῦ Πνεύματος, ἥ τις τοῖς πιστοῖς τῶν ὄντων καὶ τῶν μελλόντων παρέχει τὴν 95.589 γνῶσιν· τὸ δὲ, τίς συμβιβάσει αὐτὸν, οὐχ ἁπλῶς προσέθηκεν, ἀλλὰ πρὸς ὃν ἤδη εἶπεν, ὅτι τὸν πνευματικὸν οὐδεὶς ἀνακρίνει. Εἰ γὰρ εἰδέναι οὐδεὶς δύναται τῶν ψυχικῶν τὸν τοῦ Χριστοῦ νοῦν, πολλῷ μᾶλλον διδάσκειν καὶ διορθοῦσθαι οὐ δυνήσεται. Τοῦτο γάρ ἐστι τὸ συμβιβάσαι. «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Τουτέστι τὴν γνῶσιν ἣν ἔχομεν τῶν κατὰ τὴν πίστιν πραγμάτων πνευματικὴν ἔχομεν, ὥστε εἰκότως ὑπ' οὐδενὸς ἀνακρινόμεθα. Οὐδὲ γὰρ οἷόν τε τὰ θεῖα εἰδέναι ἄνθρωπον ψυχικόν.

ΚΕΦΑΛ. Γʹ. «Κἀγὼ δὲ, ἀδελφοὶ, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς

σαρκικοῖς. Ὡς νηπίοις ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε.» Καθελὼν τὴν σοφίαν τὴν ἔξωθεν, καὶ τὸν τῦφον αὐτῆς καταβαλὼν ἅπαντα, ἐφ' ἑτέραν ὑπόθεσιν ἔρχεται. Καὶ γὰρ εἰκὸς ἦν ἐκείνους λέγειν, ὅτι εἰ μὲν τὰ Πλάτωνος, ἢ Πυθαγόρου, ἢ τινὸς τῶν φιλοσόφων ἀπηγγέλλομεν, εἰκότως, οὕτως μακρότερον καθ' ἡμῶν ἀπέτεινες λόγον. Εἰ δὲ τὰ τοῦ Πνεύματος καταγγέλλομεν, τίνος ἕνεκεν τὴν ἔξω σοφίαν ἄνω καὶ κάτω προφέρεις ἡμῖν; Πῶς οὖν πρὸς τοῦτο ἵσταται; ἄκουσον. Κἀγὼ οὐκ ἠδυνήθην λαλῆσαι ὡς πνευματικοῖς. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Μάλιστα μὲν εἰ καὶ τέλειοι ἦτε ἐν τοῖς πνευματικοῖς, οὐδὲ οὕτως ἐχρῆν ἐπαίρεσθαι, οὐδὲ τὰ ὑμέτερα καταγγέλλειν ἅπερ οὗτοι οἴκοθεν εὑρήκατε. Νυνὶ δὲ οὐδὲ ταῦτα ἴστε ὡς εἰδέναι χρὴ, ἀλλὰ μαθηταί ἐστε καὶ πάντων ἔσχατοι, ὥστε εἰ μὲν ἐπὶ τῆς ἔξωθεν σοφίας φρονεῖτε μέγα, ἐλήλεγκται ὡς οὐδὲν οὖσα, ἀλλὰ καὶ ἐναντία ὑμῖν. Εἰ δὲ ἐπὶ τοῖς πνευματικοῖς, καὶ ἐν τούτοις τὸ ἧττον ἔχετε, καὶ ἐν τοῖς ἐσχάτοις ἑστήκατε. «Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε. Ἔτι γὰρ σαρκικοί ἐστε.» Τὸ μὴ δύνασθαι, αὐτοῖς ἀπὸ τοῦ μὴ θέλειν ἦν. Ὅπερ αὐτοῖς μὲν ἔφερεν κατηγορίαν, τῷ διδασκάλῳ συγγνώμην. «Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;» Τὸ εἶδος λέγει, τὸ ποιοῦν αὐτοὺς σαρκικούς. «Ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου. ἕτερος δὲ, Ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστε;» ∆είκνυσιν ὅτι τοῦτο οὐ μόνον αὐτοὺς οὐδὲν ὤνησεν, οὐδὲ προσλαβεῖν τι πεποίηκεν, ἀλλὰ καὶ πρὸς τὴν τῶν μειζόνων ὠφέλειαν ἐνεπόδισεν. Ὁ γὰρ ζῆλος σαρκικοὺς ἐποίησεν· τὸ δὲ γενέσθαι σαρκικοὺς, οὐκ ἀφῆκεν ἀκοῦσαι τῶν ὑψηλοτέρων. «Τί οὖν ἐστιν Ἀπολλώς; τί δέ ἐστιν Παῦλος;» Μετὰ τὴν διὰ τῶν πραγμάτων κατασκευὴν, γυμνότερον λοιπὸν κέχρηται τῇ κατηγορίᾳ, καὶ τὸ ἑαυτοῦ 95.592 ὄνομα τίθησιν, περιαιρῶν πᾶσαν τραχύτητα, καὶ οὐκ ἐῶν ὀργισθῆναι πρὸς τὰ λεγόμενα. Εἰ γὰρ Παῦλος οὐδέν ἐστι, καὶ οὐκ ἠγανάκτει, πολλῷ μᾶλλον ἐκείνους δυσχεραίνειν οὐκ ἐχρῆν. «∆ιάκονοι δι' ὧν ἐπιστεύσατε.» Εἰ τοίνυν ἑτέρῳ διακονεῖτε, φησὶ, πῶς αὐτοὶ τὴν ἀξίαν ἁρπάζετε, καὶ τὴν προσηγορίαν τοῖς μαθηταῖς ἀφ' ἑαυτῶν δίδοτε; «Καὶ