1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

142

ἡμῶν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ' ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς, διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ' ὑμῖν, ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν, διὰ τῆς ὑμῶν πίστεως, ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν, ἐπὶ πάσῃ τῇ χαρᾷ, ᾗ χαίρομεν δι' ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι, τὸ μὲν ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι ὑστερήματα τῆς πίστεως ὑμῶν. Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς. Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους, καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. Εἰς τὸ θλίβεσθαι.

ΚΕΦΑΛ. ∆ʹ. Λοιπὸν οὖν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς, καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ,

καθὼς παρελάβετε παρ' ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν, καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον. Οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ. Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, εἰδέναι ἕκαστον ὑμῶν. Ἄρχεται ἐντεῦθεν τοῦ συμβουλευτικοῦ. Ἤκουσε γὰρ αὐτῶν τινα πταίσματα, πορνείαν καὶ μοιχείαν, ὧν καὶ ἀποτρέπει. Καὶ οὐχ ἁπλῶς φησι, Τὸ καὶ τὸ 95.913 μὴ ποιεῖτε, ἀλλὰ τὰς παραγγελίας αὐτοὺς ἐκ πάλαι εἰληφέναι παρ' αὐτοῦ φησι, διὰ τοῦ Κυρίου Ἰησοῦ, ἃς φυλάττειν παρακελεύεται. Τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ. Τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας. Ἀντὶ τοῦ, τὴν σάρκα. Καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Ἱκανὸν καὶ τοῦτο τοῦ ἀποτρέψαι τῆς πορνείας, τὸ μετὰ τῶν ἐπεγνωκότων τὸν Θεὸν τὸν πορνεύοντα τάττεσθαι. Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ. Ὑπερβαίνειν μὲν τὰς τοῦ Θεοῦ ἐντολάς. Εὐφήμως δὲ σφόδρα, καὶ ἐπικεκαλυμμένως τὴν μοιχείαν ὠνόμασε, τὴν εἰς ἀδελφὸν ἀδικίαν αὐτὴν εἶναι λέγων. ∆ιότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν, καὶ διεμαρτυράμεθα. Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ' ἐν ἁγιασμῷ. Ὅρα πῶς παρὰ πόδας ἔθηκε τὴν ὑπὲρ τούτων δίκην. Τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν, τὸν καὶ δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς. Περὶ δὲ τῆς φιλαδελφίας, οὐ χρείαν ἔχετε γράφειν ὑμῖν. Αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε, εἰς τὸ ἀγαπᾷν ἀλλήλους. Καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον, καὶ φιλοτιμεῖσθαι, ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν. Ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε. Ὅταν ἀθετήσῃς, φησὶν, τὸν ἀδελφὸν, τὸν λαβόντα διὰ τοῦ βαπτίσματος τὸ Πνεῦμα τὸ ἅγιον, τότε οὐκ ἄνθρωπον, ἀλλὰ τὸν Θεὸν ἀθετεῖς. Οὐ θέλωμεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε, καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου. Μεταβαίνει ἐπὶ τὸν περὶ ἀναστάσεως λόγον. Ὅρα δὲ πῶς θαυμαστῶς κατεσκεύασε τὸ ὁμολογούμενον, λαβὼν τὴν ἀνάστασιν τοῦ Κυρίου εἰς πίστωσιν τῆς ἡμετέρας ἀναστάσεως. Πάντας γὰρ ἀνθρώπους ἀνέστησε διὰ τῆς ἰδίας σαρκός. ∆ιὸ καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν λέγεται. Ἐν λόγῳ δὲ Κυρίου, τὸ ῥῆμα λέγειν, φησὶν, ἵνα θαῤῥῶσι περὶ τῶν ἀποφηναμένων. Ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου. Τοῦτό φησιν, οὐχ ὅτι αὐτὸς ἔμεινε