1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

110

Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. Γέγραπται γάρ· Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα. Τῆς μὲν Ἱερουσαλὴμ τῆς κάτω τύπος ἡ Ἄγαρ· καὶ δῆλον ἐκ τοῦ ὄρους τοῦ οὕτω καλουμένου· τῆς δὲ ἄνω ἡ Σάῤῥα. Ἄνω δὲ Ἱερουσαλὴμ καλή· καὶ αὕτη γὰρ ἦν πάλαι στεῖρα, ὥσπερ καὶ ἡ Σάῤῥα. Ὅτι δὲ περὶ τῆς Ἐκκλησίας ὁ λόγος, καὶ τὸν προφήτην παρήγαγεν μάρτυρα λέγοντα· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα. Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. 95.808 Ἔρημον, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν λέγει, τὴν πάλαι ἐν ἐρημίᾳ καὶ ἀγνωσίᾳ ὑπάρχουσαν τοῦ Θεοῦ. Ἔχουσαν δὲ τὸν ἄνδρα, τὴν συναγωγὴν, διὰ τὸ δεδόσθαι αὐτῇ τὸν νόμον. Ἀλλ' ὅμως πολυπλάσια γέγονε τῆς στείρας τὰ τέκνα· καθὸ ἡ μὲν ἔχουσα τὸν ἄνδρα, ἓν μόνον ἔτεκεν ἔθνος, ἡ δὲ στεῖρα, πάντα ἐποίησε τὰ ἔθνη. Ἡμεῖς δὲ, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Οὐ γὰρ μόνον ὅτι στεῖρα ἡ Ἐκκλησία, ὥσπερ ἡ Σάῤῥα, ἀλλὰ καθάπερ ἐκείνῃ οὐχ ἡ φύσις, ἀλλὰ ἡ ἐπαγγελία τοῦ Θεοῦ πεποίηκε τὴν γονὴν, οὕτω καὶ ἐπὶ τῆς ἀναγεννήσεως τῆς ἡμετέρας, φύσις μὲν οὐδεμία, τὰ δὲ ῥήματα τοῦ Θεοῦ, ἃ ἴσασιν οἱ πιστοὶ, ἐν τῇ κολυμβήθρᾳ τῶν ὑδάτων, καθάπερ ἐν νηδύϊ τινὶ διαπλάττει, καὶ ἀναγεννᾷ τὸν βαπτιζόμενον. Οὐκοῦν εἰ τῆς στείρας ἐσμὲν, ἐλεύθεροί ἐσμεν. Ἀλλ' ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν. Ἵνα μὴ λέγωσι· Καὶ ποία αὕτη ἡ ἐλευθερία, ὅπου Ἰουδαῖοι κατέχουσι καὶ μαστίζουσι τοὺς πιστούς; δείκνυσιν καὶ τούτου τὸν τύπον ἄνωθεν ὄντα Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἔκβαλε τὴν παιδίσκην, καὶ τὸν υἱὸν αὐτῆς. Οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Ἡμεῖς δὲ, ἀδελφοὶ οὐκ ἐσμέν. ∆είξας ἄνωθεν τὸν τύπον τοῦ διωγμοῦ, οὐκ ἐᾷ καταπίπτειν εἰς ἀκηδίαν αὐτοὺς, διδάσκων ἐκ τῆς ἱστορίας πάλιν καὶ ποῖον ἔσται τῶν διωκτῶν τέλος, τὸ μὴ μόνον ἐκβληθῆναι τῆς οἰκίας, ἀλλὰ καὶ τῆς οὐσίας ἔκπτωσιν ὑπομεῖναι. Εὖ δὲ καὶ υἱὸν παιδίσκης εἶπεν, καὶ μὴ Ἀβραάμ· ἵνα ἀπὸ τοῦ φαυλοτέρου αὐτοὺς προσαγορεύσῃ. Παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας. Τῇ ἐλευθερίᾳ οὖν Χριστὸς ἡμᾶς ἠλευθέρωσε.

ΚΕΦΑΛ. Εʹ. Στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. Ἑτέραν αἰτίαν τίθησι, τὴν

πείθουσαν αὐτοὺς μένειν ἐπὶ τῶν δογμάτων. Λέγει δέ· Μὴ γὰρ ἑαυτοὺς ἠλευθερώσατε; Ἄλλος ἐστὶν ὑμᾶς ὁ ἠγορακώς· ἄλλος ὁ τιμὴν δοὺς ὑπὲρ ὑμῶν. Τὸ δὲ στήκετε, εἰπὼν, τὸν σάλον τὸν γεγενημένον ἔδειξε· τῷ δὲ, ζυγοῦ, ὀνόματι τὸ βαρὺ τοῦ πράγματος αὐτοῖς κατασημαίνει. Τὸ δὲ πάλιν, εἰπὼν, πολλὴν αὐτῶν δείκνυσιν ἀναισθησίαν. Εἰ μὲν γὰρ ἄπειροι τοῦ πάθους ἦτε ἐκείνου, φησὶν, οὐ τοσούτων ἦτε ἐγκλημάτων ἄξιοι. Ἰδοὺ ἐγὼ Παῦλος λέγω ὑμῖν. Θαῤῥοῦντος ἡ φωνή. Ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Πῶς οὐδὲν ὠφελήσει τὸν περιτεμνόμενον ὁ Χριστός; ἄκουε. Ὁ περιτεμνόμενος, ὡς νόμον δεδοικὼς περιτέμνεται. Ὁ δὲ δεδοικὼς, ἀπιστεῖ τῇ δυνάμει 95.809 τῆς χάριτος· ὁ δὲ ἀπιστῶν, οὐδὲν κερδαίνει παρὰ τῆς ἀπιστουμένης. Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ. Ἵνα γὰρ μὴ νομίσῃς κατ' ἔχθραν ταῦτα λέγεσθαι, οὐχ ὑμῖν μόνον λέγω, φησὶν, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Ἀλλήλων γὰρ ἔχεται τὰ νόμιμα. Καὶ πῶς, ἄκουε. Ἡ περιτομὴ θυσίαν ἔχει συνεζευγμένην, ἡμέρας παρατήρησιν· ἡ θυσία πάλιν, καὶ ἡμέρας καὶ τόπου φυλακήν· ὁ τόπος, μυρίων καθαρμῶν τρόπους. Οἱ καθαρμοὶ, πλῆθος παρατηρήσεων εἰσάγουσιν. Οὐκ ἐᾶται γὰρ ἀκάθαρτος θύειν, οὐχ ἱερῶν ἐπιβαίνειν ἀδύτων, οὐκ ἄλλο τι τῶν τοιούτων ποιεῖν θέμις. ∆ιὸ καὶ πολλὰ ἐφέλκεται διὰ μιᾶς ἐντολῆς ὁ νόμος. Ἂν τοίνυν περιτ[ε]μ[ν]ηθείης μὲν, μὴ ἐν τῇ ὀγδόη ἡμέρᾳ, ἢ ἐν τῇ ὀγδόῃ μὲν, μὴ θύσῃς δὲ ἢ θύσῃς μὲν, μὴ ἐν τῷ ὡρισμένῳ δὲ τόπῳ· ἢ ἐν τῷ ὡρισμένῳ