1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

39

φησὶν, μὴ ἀποστῇς τοῦ νόμου; τοῦτο βούλεται ὁ νόμος· τοῦτο ἄνωθεν προὔλεγεν. Εἰ δὲ ἐξετάζεις διὰ τί νῦν ἐφανερώθη, οὐκ ἀσφαλὲς πρᾶγμα ποιεῖς μυστήρια, τοῦ Θεοῦ περιεργαζόμενος, καὶ εὐθύνας ἀπαιτῶν. ∆ιὸ ἐπήγαγεν, εἰς ὑπακοὴν πίστεως. Ὑπακοῆς γὰρ ἡ πίστις δεῖται μόνης, οὐ πολυπραγμοσύνης. Καὶ ὅταν Θεὸς ἐπιτάττῃ πείθεσθαι, οὐ περιεργάζεσθαι δεῖ. «Εἰς πάντα τὰ ἔθνη γνωρισθέντος. Μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Οὐδὲν γὰρ σὺ μόνος, φησὶν, ἀλλ' ἡ οἰκουμένη πᾶσα οὕτω πιστεύει, οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν λαμβάνουσα διδάσκαλον. ∆ιὸ ἐπήγαγεν, διὰ Ἰησοῦ Χριστοῦ. Οὐκ ἐγνωρίσθη δὲ μόνον, ἀλλὰ καὶ ἐβεβαιώθη. Ἀμφότερα δὲ αὐτοῦ ἔργα. ∆ιὸ καὶ οὕτως ἀναγνωστέον· Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι διὰ Ἰησοῦ Χριστοῦ. Καὶ γὰρ ἀμφότερα αὐτῷ ἀνατίθησιν, καὶ οὐκ ἀμφότερα μόνον, ἀλλὰ καὶ τὴν δόξαν τὴν εἰς τὸν Πατέρα. ∆ιὸ ἔλεγεν, Ὧ ἡ δόξα εἰς 95.569 τοὺς αἰῶνας. Ἀμήν. ∆οξάζει δὲ πάλιν, τὸ ἀκατάληπτον τῶν μυστηρίων ἐκπληττόμενος. Οὐδὲ γὰρ νῦν ὅτε ἐφάνη δυνατὸν αὐτὸ λογισμοῖς καταλαβεῖν, ἀλλὰ διὰ πίστεως ἐπιγνῶναι χρή· ἄλλως γὰρ οὐκ ἔνι· εὖ δὲ καὶ, Τῷ μόνῳ σοφῷ Θεῷ, εἰπεῖν. Ὅταν γὰρ ἐννοήσῃς πῶς τὰ ἔθνη εἰσήγαγε, καὶ ἀνεκέρασε τοῖς πάλαι κατωρθωκόσι, καὶ ἀπεγνωσμένους ἔσωσε, καὶ τῆς γῆς ἀναξίους ὄντας εἰς οὐρανὸν ἀνήγαγε, καὶ τῆς παρούσης ζωῆς ἐκπεπτωκότας, εἰς τὴν ἀθάνατον καὶ ἀπόῤῥητον ζωὴν ἐκείνην εἰσήγαγε, καὶ ὑπὸ δαιμόνων πατουμένους, ἀγγέλους ἐφαμίλλους ἐποίησε, καὶ παράδεισον ἤνοιξε, καὶ τὰ παλαιὰ πάντα κακὰ ἔλυσε· καὶ ταῦτα ἐν χρόνῳ βραχεῖ, καὶ δι' ὁδοῦ βραχείας καὶ συντομωτάτης, τότε γνώσῃ τὴν σοφίαν· καὶ ὅταν ἴδῃς, ὃ μὴ ἄγγελοι, μήτε ἀρχάγγελοι ἔγνωσαν, ἐξαίφνης τοὺς ἐξ ἐθνῶν μεμαθηκότας διὰ Ἰησοῦ Χριστοῦ. Πρὸς Ῥωμαίους, στίχων τηʹ. Ἐγράφη ἀπὸ Κορίνθου.

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ Αʹ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ. ΥΠΟΘΕΣΙΣ. Ἀκηκοὼς ὁ Ἀπόστολος, ὡς πολλὴ παρὰ Κορινθίοις διχόνοια γέγονε,

ψευδαποστόλων τινῶν σχίσματα ἐν αὐτοῖς ποιησάντων, γράφει τὴν ἐπιστολὴν διορθούμενος ἅπαντα. Ἦν δὲ ταῦτα αὐτῶν τὰ ἁμαρτήματα. Πρῶτον μὲν, τὸ μερίδας πολλὰς γενέσθαι παρ' αὐτοῖς· καὶ τοῖς μὲν ὡς πλουσίοις προσκεῖσθαι αὐτοὺς, τοῖς δὲ ὡς σοφοῖς καὶ πλέον τι δυναμένοις διδάσκειν αὐτούς. ∆εύτερον, τὸ ταῖς μητρυίαις συγγίνεσθαι, καὶ ἐπὶ τούτῳ μεγαφρονεῖν. Καὶ μετὰ τοῦτο περὶ γαστριμαργίας· εἰς τοσοῦτον γὰρ ἐκρατήθησαν τῷ πράγματι, ὡς καὶ εἰδωλοθύτων ἅπτεσθαι. Ἄλλοι πάλιν μάχας ἔχοντες καὶ φιλονεικείας περὶ χρημάτων, τοῖς ἔξω δικαστηρίοις ἐπέτρεπον ἑαυτούς. Ἦν τι καὶ ἕτερον πλημμέλημα παρ' αὐτοῖς, τὸ καθ' ἑαυτοῖς ἐσθίειν ἐν ἐκκλησίαις, καὶ μὴ μεταδιδόναι τοῖς δεομένοις. Μετὰ τούτων καὶ ἕτερον ἐπλημμέλουν ἐπὶ τοῖς χαρίσμασι μέγα φυσῶντες, καὶ ἀπὸ τούτου ἐκπίπτοντες. Εἶχον γὰρ καὶ ζηλωτύπως ἰδεῖν πρὸς ἀλλήλους, καὶ διέσπων τὴν Ἐκκλησίαν· καὶ ὁ περὶ τῆς ἀναστάσεως δὲ αὐτοῖς ἐχώλευε λόγος. Ταῦτα αὐτῷ ὑπόθεσις γέγονεν τῆς ἐπιστολῆς, καὶ ἕτερα δὲ ἃ οὐκ ἔστιν λέγειν κατὰ μέρος.

ΚΕΦΑΛ. Αʹ. «Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ

Σωσθένης ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ· ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ, αὐτῶν καὶ ἡμῶν.» 95.572 Ἐπειδὴ εἰς μερίδας πολλὰς κατετέμνοντο, καὶ οἱ μὲν τούτου, οἱ δὲ ἐκείνου προσηγορεύοντο, τοῦτο δὲ