1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

46

ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν.» Οὐδὲ τοῦτο, φησὶν, τὸ μικρὸν παρ' ἑαυτῶν ἔχομεν, ἀλλὰ παρὰ τοῦ Θεοῦ τοῦ ἐγχειρίζοντος. «Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανεν.» Τουτέστι, πρῶτος κατέβαλον τὸν λόγον, ὥστε μὴ ξηρανθῆναι τοῖς πειρασμοῖς τὰ σπέρματα. Ἀπολλὼς τὰ παρ' ἑαυτοῦ προσέθηκεν. Τὸ δὲ πᾶν τοῦ Θεοῦ γέγονεν. «Ὥστε οὔτε ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων Θεός.» Ὅρα πῶς αὐτοὺς παραμυθεῖται· πρῶτον μὲν τὴν ἐπὶ τοῦ οἰκείου προσώπου προσάγει τὴν ἐξουδένωσιν· Τίς γάρ ἐστι Παῦλος; φησίν· ∆εύτερον δὲ τῷ τὸ πᾶν ἀναθῆναι τῷ τὰ πάντα δεδωκότι Θεῷ. «Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν.» Ἕτερα ἐπαγωγὴ πάλιν πρὸς θεραπείαν αὐτῶν· διὰ δὲ τούτου καὶ ἕτερον κατασκευάζει, τὸ μὴ ἐπαίρεσθαι κατ' ἀλλήλων· ἓν δὲ εἰδέναι αὐτοὺς, τὸ μηδὲν δύνασθαι ἄνευ τοῦ αὔξοντος Θεοῦ. Τοῦτο δὲ εἰπὼν, οὔτε τοὺς πολλὰ κάμνοντας ἀφῆκεν κατεξανίστασθαι τῶν τὰ ἐλάττονα ἐργασαμένων, οὔτε ἑτέρους τὰ ἐλάττονα, τοῖς τὰ μείζονα φθονεῖν. «Ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.» Ἐπειδὴ τοῦτο ῥᾳθυμοτέρους ἐποίει, τὸ πάντα μηδὲν εἶναι νομίζεσθαι, τοὺς πολλὰ καμόντας καὶ τοὺς ἐλάττω, ὅρα πῶς αὐτὸ διωρθώσατο εἰπών· ὡς ἕκαστος ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, ὡς εἰ ἔλεγε· Μὴ φοβοῦ ὅτι εἶπον, Ἕν εἰσιν, ἐπεὶ πόνων ἕνεκεν οὐκ εἰσὶν ἕν. Τὸ γὰρ Θεοῦ ἔργον ἐργαζόμενοί εἰσιν, ἀλλ' ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. «Θεοῦ γάρ ἐσμεν συνεργοί.» Πλέον αὐτοὺς ἔτι ἐπεκούφισεν, καὶ εἰς πόθον τοῦ ἐργάσασθαι ἀνήγαγεν. «Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.» Οὐκ οὖν ἀπὸ τῶν γεωργούντων ὑμᾶς, ἀλλὰ ἀπὸ τοῦ Θεοῦ καλεῖσθαι δίκαιον. Οὐ γὰρ ἀγρὸς τοῦ γεωργοῦ καλεῖται, ἀλλὰ τοῦ οἰκοδεσπότου· ὥσπερ ἀμέλει καὶ ἡ οἰκοδομὴ, οὐ τοῦ τεχνίτου, ἀλλὰ τοῦ δεσπότου ἐστίν. Εἰ δὲ οἰκοδομή ἐστε, οὐ χρὴ διασπᾶσθαι, ἐπεὶ οὐκ ἂν εἴητε οἰκοδομή· καὶ εἰ γεώργιόν ἐστε, διαιρεῖσθαι οὐ χρὴ, ἀλλ' ἑνὶ φραγμῷ τὸ τῆς ὁμονοίας τειχίζεσθαι. 95.593 «Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα.» Σοφὸν ἑαυτὸν ἐνταῦθα καλεῖ οὐκ ἐπαίρων, ἀλλὰ τύπον ἑαυτὸν διδοὺς, καὶ δεικνὺς ὅτι τοῦτό ἐστι σοφοῦ, τὸ ἕνα θεῖναι θεμέλιον. Ὅρα γοῦν πῶς μετριάζει. Εἰπὼν γὰρ αὐτὸν σοφὸν, οὐκ ἀφῆκεν ἑαυτοῦ τοῦτο εἶναι, ἀλλ' ὅλον ἑαυτὸν πρότερον ἀναθεὶς τῷ Θεῷ, τότε οὕτως ἐκάλεσεν σοφόν· Κατὰ γὰρ τὴν χάριν Θεοῦ, φησὶν, τὴν δοθεῖσάν μοι. «Ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ.» Ἐνταῦθα λοιπὸν εἰς τὸν περὶ τῆς πολιτείας αὐτοὺς ἐμβάλλει ἀγῶνα, ἐπειδὴ συνῆψεν ἅπαξ καὶ ἓν ἐποίησεν. «Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται παρὰ τὸν κείμενον θῆναι, ὅς ἐστι Χριστὸς Ἰησοῦς.» Ὃ λέγει τοιοῦτόν ἐστι· Κατήγγειλα τὸν Χριστόν· παραδέδωκα ὑμῖν τὸν θεμέλιον· σκοπεῖτε πῶς οἰκοδομεῖτε· μὴ κενοδόξως, μὴ πρὸς ἀνθρώπους ἀποσπῶντες τοὺς μαθητάς. Μὴ τοίνυν προσέχωμεν ταῖς αἱρέσεσι. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον. Ἐπὶ τούτου δὲ μᾶλλον ἐποικοδομῶμεν, καὶ ὡς θεμελίου ἐχώμεθα. «Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην.» Τὸν μὲν θεμέλιον φανερῶς οὕτως ἐδήλωσεν εἰπὼν, ὅτι ὁ Χριστός ἐστιν. Ἡ δὲ οἰκοδομὴ δῆλον ὅτι περὶ πράξεων εἴρηται ἀγαθῶν. Τὸ δὲ διάφορον τῆς ὕλης τῶν ἐποικοδομουμένων τὴν πολυειδῆ προαίρεσιν τῶν ἐργαζομένων σημαίνει, ἐπειδὴ οἱ μὲν σπουδαιότεροι, οἱ δὲ ῥᾳθυμότεροί εἰσιν· καὶ οἱ μὲν ἀκριβέστεροι, οἱ δὲ καταδεέστεροι· καὶ οἱ μὲν τὰ ἐλάττω, οἱ δὲ τὰ μείζονα κατορθοῦσι· καὶ οἱ μὲν χαλεπώτερα, οἱ δὲ ἐλάττονα πλημμελοῦσιν. «Ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστιν, τὸ πῦρ δοκιμάσει.» Ἀπὸ τῶν μελλόντων αὐτοὺς φοβεῖ, τὴν δὲ ἡμέραν αὐτοῖς ἐκείνην μηνύων τὴν φοβερὰν, τὴν τοῦ θείου δικαιωτηρίου, καθ' ἣν καθεζομένου τοῦ κριτοῦ, ποταμὸς ἔμπροσθεν αὐτοῦ εἵλκει πυρός. «Εἴ τινος τὸ ἔργον μένῃ, ὃ ἐπῳκοδόμησεν, μισθὸν λήψεται. Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται.» Ὃ