1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

68

καὶ μαινόμενον, καὶ σκοτούμενον, ὑπὸ τοῦ ἐν αὐτῷ πνεύματος λαλεῖν. ∆εύτερον δὲ ὅτι ὁ μὲν προφητεύων, ἐν τῷ ὀνομάζειν Κύριον τὸν Ἰησοῦν, ἀληθής ἐστιν· ὃς δὲ τοῦτο οὐ ποιεῖ, ἀλλὰ ἀναθεματίζει, ψεύστης ἐστί. «∆ιαιρέσεις δὲ χαρισμάτων εἰσίν.» ∆εδωκὼς τὴν διαφορὰν, ἄρχεται παραμυθεῖσθαι τοὺς τὸ ἔλαττον χάρισμα ἔχοντας Ὅμοιον ὡς εἰ λέγοι· Τίνος ἕνεκεν ἀθυμεῖς, ὅτι οὐκ ἔλαβες ὅσον ὁ ἕτερος; ἀλλ' ἐννόησον ὅτι χάρισμά ἐστι, καὶ οὐκ ὀφειλὴ, καὶ παραμυθήσῃ τὴν ὀδύνην. ∆ιὰ τοῦτο, ∆ιαιρέσεις χαρισμάτων, εἶπε, καὶ οὐ σημείων, οὐδὲ θαυμάτων, πείθων αὐτὸν τῷ ὀνόματι τῆς δωρεᾶς, μὴ μόνον ἀλγεῖν, ἀλλὰ καὶ χάριν ἔχειν. Ὁρᾷς, ὅτι οὐδεμίαν διαφορὰν δείκνυσιν ἐν ταῖς δωρεαῖς, Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος τὴν ὁμοτιμίαν ἐμφαίνων. «Τὸ δὲ αὐτὸ Πνεῦμα.» Εἰ καὶ τῷ μέτρῳ, ἠλάττωσαι, φησὶν, ἀλλὰ καὶ ἐξ ἐκείνου ἔλαβες τὸ μεῖζον. «Καὶ διαιρέσεις διακονιῶν εἰσὶν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν.» Χάρισμα, καὶ ἐνέργεια, καὶ διακονία ταυτόν ἐστιν, ὀνομάτων δὲ μόνον διαφορά· ἐπεὶ πράγματα τὰ αὐτά. Ὃ γάρ ἐστι χάρισμα, τοῦτο καὶ διακονία· 95.665 καὶ ὅ ἐστι διακονία, τοῦτό ἐστιν καὶ ἐνέργεια. Τὴν γὰρ διακονίαν μου, φησὶ, πεπληροφόρηκα· καὶ, Τὴν διακονίαν μου δοξάζω. Καὶ Τιμοθέῳ, Ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστι ἐν σοί. Καὶ Γαλάταις· Ὃ γὰρ ἐνεργήσας Πέτρῳ εἰς περιτομὴν, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη. Ὁρᾷς ὅτι οὐδεμία ἐστὶν διαφορὰ χαρίσματος, καὶ διακονίας, καὶ ἐνεργείας. Ὅρα πῶς πανταχοῦ ταύτην ποιεῖται τὴν προσθήκην, ἐν τῷ αὐτῷ Πνεύματι, λέγων· καὶ, κατὰ τὸ αὐτὸ Πνεῦμα. Οἶδεν γὰρ μεγάλην οὖσαν τὴν ἐντεῦθεν παράκλησιν. Ὥστε εἰ τοῦτο σπουδάζεις ἐπιδείξασθαι, ὅτι Πνεῦμα ἔχεις, τούτου ἔχεις τὴν ἀπόδειξιν ἀπὸ τοῦ βαπτισθῆναι. Τῷ δὲ ἀπίστῳ οὐδαμόθεν ἔσται τοῦτο καταφανὲς, ἀλλ' ἢ ἀπὸ τῶν σημείων, ὥστε κἂν ἐντεῦθεν πάλιν, οὐ μικρὰ παραμυθία. Εἰ γὰρ καὶ τὰ χαρίσματα διάφορα, ἀλλ' ἡ ἔνδειξις μία, κἂν πολὺ μεῖζον, ἢ ὀλίγον, ὁμοίως εἰς αὐτόν. «Ὁ δὲ αὐτός ἐστι Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον.» Ἵνα μή τις λέγῃ, Εἰ καὶ αὐτὸς Κύριος, καὶ τὸ αὐτὸ Πνεῦμα, καὶ ὁ αὐτὸς Θεὸς, ἀλλ' ἐγὼ ἔλαττον εἴληφα· φησὶν, Οὕτω συνέφερεν. Ὅταν οὖν, φησὶ, καὶ εἷς ὁ δεδωκὼς, καὶ χάρισμα τὸ σοὶ δοθὲν, καὶ ἡ φανέρωσις ἐντεῦθεν γίνεται, καὶ τοῦτο μᾶλλον συμφέρει, μὴ ἄλγει ὡς καταφρονηθείς. Οὐ γὰρ ἀτιμάζων σε τοῦτο πεποίηκεν, ἀλλὰ τὸ συμφέρον σκοπῶν. Φανέρωσιν δὲ Πνεύματος λέγει, τὸ, ἕν τι τῶν χαρισμάτων λαβεῖν. Ἐμοὶ μὲν γὰρ τῷ πιστῷ δῆλος ὁ Πνεῦμα ἔχων. «Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ τὸ Πνεῦμα. Ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι· ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων· ἄλλῳ δὲ προφητεία· ἄλλῳ δὲ διακρίσεις πνευμάτων.» Τί ἐστι λόγος σοφίας; τὸ καὶ αὐτὸν σοφὸν εἶναί τινα, καὶ ἄλλους δύνασθαι τοῦτο ποιεῖν. Τί δὲ λόγος γνώσεως; τὸ γνῶσιν μὲν ἔχειν καὶ εἰδέναι τὰ μυστήρια, διδάσκειν δὲ μὴ δύνασθαι, μηδὲ εἰς ἄλλον ἐξενεγκεῖν εὐκόλως ἅπερ ἐστίν. Τί δέ ἐστι πίστις; οὐκ αὐτὴ ἡ τῶν δογμάτων, ἀλλ' ἡ τῶν σημείων, περὶ ἧς ἔλεγον οἱ ἀπόστολοι, Πρόσθες ἡμῖν πίστιν· καὶ περὶ ἧς εἴρηται, Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως. Αὕτη γὰρ ἡ μήτηρ τῶν σημείων ἐστίν. Ἄλλο δέ ἐστιν ἐνεργήματα δυνάμεων, καὶ χαρίσματα ἰαμάτων ἔχειν. Ὁ μὲν γὰρ χαρίσματα ἰαμάτων ἔχων, ἰᾶται μόνον· ὁ δὲ ἐνεργήματα δυνάμεων κεκτημένος, οὐκ ἰᾶται μόνον, ἀλλὰ καὶ κολάζει· ὥσπερ ὁ Ἀπόστολος ἐπώρωσε τὸν μάγον· ὥσπερ ὁ Πέτρος ἀνεῖλε τὸν Ἀνανίαν. ∆ιάκρισις δὲ πνευμάτων ἐστὶ, τὸ εἰδέναι τίς ὁ πνευματικὸς, καὶ τίς ὁ μὴ πνευματικός· τίς ὁ προφήτης, καὶ τίς ὁ ἀπατεών. 95.668 «Ἑτέρῳ δὲ γένη γλωσσῶν· ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα.» Ὁ μὲν γὰρ ᾔδει τί ἔλεγεν αὐτὸς, ἄλλῳ δὲ ἑρμηνεῦσαι οὐκ ἠδύνατο. Ὁ δὲ ἀμφότερα ταῦτα ἐκέκτητο. Ἐδόκει δὲ τοῦτο χάρισμα εἶναι μέγα, ἐπειδὴ καὶ πρῶτον αὐτὸ ἔλαβον οἱ ἀπόστολοι. Ἐπειδὴ τοίνυν τοῦτο αὐτοὺς μάλιστα ἐπῆρεν, τὸ πρῶτον εἰς τοὺς