1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

152

τοῖς ἐνταῦθα πονέσασι μισθός τις, καὶ καρπὸς, καὶ ἀνάπαυσις. Τοῦτο οὖν αὐτὸ ἀπὸ τοῦ προφήτου δείκνυσι, λέγων· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. Ἰστέον δὲ ὡς τρεῖς φησι καταπαύσεις εἶναι· μίαν τὴν τοῦ Σαββάτου, ἐν ᾗ ὁ Θεὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ· δευτέραν τὴν τῆς Παλαιστίνης, εἰς ἣν οἱ Ἰουδαῖοι εἰσελθόντες ἔμελλον ἀναπαύεσθαι ἀπὸ τῆς ταλαιπωρίας τῆς πολλῆς καὶ τῶν πόνων· τρίτην, τὴν ὄντως ἀνάπαυσιν, τὴν βασιλείαν τῶν οὐρανῶν, ἧς οἱ τυχόντες ἀνεπαύοντο ὄντως τῶν πόνων καὶ τῶν ὀδυνῶν. Τῶν τριῶν τοίνυν ἐνταῦθα μέμνηται. Καὶ τίνος ἕνεκα περὶ μιᾶς διαλεγόμενος τῶν τριῶν ἐμνημόνευσεν; Ἵνα δείξῃ τὸν προφήτην περὶ ταύτης λέγοντα τῆς τρίτης φῆσαι. Περὶ γὰρ τῆς πρώτης οὐκ εἶπε, φησί. Πῶς γὰρ ἔλεγε περὶ τῆς πάλαι γεγενημένης· ἀλλ' οὐδὲ περὶ τῆς δευτέρας τῆς ἐν Παλαιστίνῃ· Πῶς γάρ; ὅπου γε λέγει, οὐκ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Λείπεται δὲ ταύτην εἶναι λοιπὸν τὴν τρίτην, ἥτις ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Ὅλος 95.945 δὲ ὁ νοῦς τοῦ ῥητοῦ οὗτός ἐστιν· ∆αβὶδ εἶπε, φησὶν, ὕστερον μετὰ τὴν γενεὰν τὴν ἐκείνων διαλεγόμενος, ὅτι Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ἵνα μὴ τὰ αὐτὰ πάθητε, ἅπερ οἱ πρόγονοι οἱ ἡμέτεροι, καὶ ἀποστερηθῆτε τῆς καταπαύσεως, ὡς οὔσης δηλονότι τινὸς καταπαύσεως. Ἐπεὶ εἰ ἀπειληφότες ἦσαν τὴν κατάπαυσιν, τίνος ἕνεκα αὐτοῖς ἔλεγε τὸ, Σήμερον μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς οἱ πατέρες ὑμῶν, ἵνα μὴ τὰ ἴσα παθόντες ἀποστερηθῆτε τῆς καταπαύσεως; Τίς οὖν ἐστιν ἡ κατάπαυσις, ἀλλ' ἢ ἡ βασιλεία τῶν οὐρανῶν, ἧς εἰκὼν καὶ τύπος τὸ Σάββατον; Εἰ ἐκεῖ κέκλησθε, μηδὲν ἐνταῦθα ζητεῖτε. Βλέπετε, ἀδελφοὶ, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος. Ὅθεν, ἀντὶ τοῦ, διὰ τοῦτο. Ἀπὸ γὰρ τῆς σκληρότητος ἀπιστία γίνεται. Ἐπειδὴ γὰρ ὁ τῶν μελλόντων λόγος, οὐκ ἔστιν οὕτως πιθανὸς, ὡς τῶν παρελθόντων, ἀναμιμνήσκει αὐτοὺς παλαιᾶς ἱστορίας, ἐν ᾗ πίστεως ἐδεήθησαν. Εἰ γὰρ οἱ πατέρες ὑμῶν, ἐπειδὴ οὐκ ἤλπισαν, ὥσπερ ἐχρῆν ἐλπίσαι, ταῦτα ἔπαθον, πολλῷ μᾶλλον ὑμεῖς. Ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν. Τουτέστιν, οἰκοδομεῖτε ἀλλήλους. ∆ιορθώσατε ἑαυτοὺς, ἵνα μὴ τὰ αὐτὰ πάθητε. Ἄχρις οὗ τὸ σήμερον καλεῖται. Τὸ σήμερον, φησὶ, τί ἐστιν; Ἕως οὗ συστῇ ὁ κόσμος. Ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας. Ὁρᾷς, ὅτι ἡ ἀπιστία τὴν ἁμαρτίαν ποιεῖ. Μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν. Ἐγενόμεθα, φησὶν, ἡμεῖς, ἃ καὶ αὐτός. Καὶ αὐτὸς μὲν κεφαλὴ, σῶμα δὲ ἡμεῖς. Ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν, ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. Τί ἐστιν, ἀρχὴν ὑποστάσεως; Τὴν πίστιν, δι' ἧς ὑπέστημεν, καὶ ἐγενόμεθα, καὶ ἐσώθημεν, ὡς ἂν εἴποι τις. Τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; Εἰπὼν τὴν μαρτυρίαν, καὶ ἐρώτησιν ἐπάγει, ὅπερ ποιεῖ τὸν λόγον σαφῆ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἤκουσαν κἀκεῖνοι, φησὶν, ὥσπερ ἡμεῖς ἀκούομεν, ἀλλ' οὐδὲν ὄφελος αὐτοῖς γέγονεν. Μὴ τοίνυν νομίσητε, ὅτι ἀπὸ τοῦ ἀκούειν τοῦ κηρύγματος ὠφεληθήσεσθε, ἐπεὶ κἀκεῖνοι ἤκουσαν, ἀλλ' οὐδὲν ὠφελήθησαν, ἐπεὶ μὴ ἐπίστευσαν. Ἀλλ' οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως. Τοὺς περὶ Χαλὲβ καὶ Ἰησοῦν φησι. Τίσι δὲ προσώχθισεν τεσσαράκοντα ἔτη; οὐχὶ 95.948 τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν, διὰ ἀπιστίαν.

ΚΕΦΑΛ. ∆ʹ. Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν

κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι. Καὶ γὰρ ἐσμὲν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι, ἀλλ' οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συγκεκραμένους τῇ πίστει τοῖς ἀκούσασιν. Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ