1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

118

προσαγωγὴν λέγει, Πνεῦμα καλεῖ. Ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη, αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. Παραδείγματι χρώμενος τῷ γωνιαίῳ λίθῳ, τῷ τὴν ὅλην οἰκοδομὴν ὑποστηρίζοντι, διδάσκει ὅτι ἐν Χριστῷ στηριζόμεθα. Λίθον δὲ εἰπὼν, καὶ συνάρτησιν αὐτοῦ τὴν πρὸς τοὺς οἰκοδομουμένους, τὴν πρὸς ἡμᾶς ὁμογένειαν ἔδειξε, τῆς κατὰ σάρκα γεννήσεως τοῦ Μονογενοῦς. Ἐπειδὴ γὰρ, φησὶ, τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν. Ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Ναῷ δηλονότι.

ΚΕΦΑΛ. Γʹ. Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ, ὑπὲρ ὑμῶν τῶν

ἐθνῶν, εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον. Ταύτης, φησὶν, τῆς εἰς ὑμᾶς χάριτος ὑπηρέτης ἐγὼ καὶ ἀγωνιστὴς ἄχρι δεσμῶν, καὶ διὰ τοῦτο μυστήριον ἀπεκαλύφθη, ἵνα εἰς ὑμᾶς ἐξαγγελθῇ δι' ἐμοῦ. Καθὼς προέγραψα ἐν ὀλίγῳ· πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ. Βραχὺς ὁ λόγος, φησὶ, καὶ σύντομος ἡ διδασκαλία, καὶ ὀλίγον τὰ πολλὰ σπερματικῶς ἐδίδαξα, τοσοῦτον ἀποκαλύψας, ἐφ' ὅσον καὶ συνιέναι δύνασθε· συνιέναι δὲ ἐκ πλείονος ἀναγνώσεως, οὐκ ἐκ παρέργου ἢ παραδρομῆς. 95.836 Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα, καὶ σύσσωμα, καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ διὰ τοῦ Εὐαγγελίου, οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. Καὶ λαλούμενον γὰρ ἐν προφήταις μυστήριον ἦν· ἐξεπλήττοντο γοῦν οἱ μετὰ τοῦ Πέτρου. Καὶ αὐτὸς δὲ τότε ὁ Πέτρος συνίει διὰ τῆς τοῦ Πνεύματος ἀποκαλύψεως, ὅτι καὶ τὰ ἔθνη προσδέδεκται ὁ Θεός. Ἐν ἀδήλῳ γὰρ ἔτι τὰ τῶν προφητῶν ἔκειτο, καὶ δι' αἰνιγμάτων τὰ πολλὰ καὶ τῆς πείρας ἐπίγνωσιν ἔμενεν. Τοῖς οὖν μετόχοις, φησὶ, τῆς τοῦ Πνεύματος χάριτος σαφὴς ἀποκεκάλυπται νῦν ἡ κοινωνία τῶν ἐθνῶν, ἡ πρὸς τὸν Ἰσραὴλ, εἰς τὴν ἐπαγγελίαν τὴν αὐτὴν εἰσαγομένων καὶ τῶν ἐθνῶν, διὰ τὴν μίαν εἰς Χριστὸν προσαγωγήν. Ἐμοὶ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι. Ἐλάχιστον τῶν ἁγίων ἑαυτὸν καλεῖ, διὰ τὸ προδιῶξαι τὴν Ἐκκλησίαν, προτιμοτέρους ἑαυτοῦ τιθεὶς τοὺς προκεκλημένους, καὶ πρὸ ἐκχύσεως ἁγίων αἱμάτων τὴν ἀποστολὴν ἐγχειρισθέντας. Τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου, ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ. Πλοῦτον ἀμέτρητον Χριστοῦ λέγει, τὴν τοῦ παντὸς κόσμου σωτηρίαν· οἰκονομίαν δὲ τοῦ μυστηρίου τὴν ἀνάληψιν πάντων ἀνθρώπων εἰς ἕνα Χριστόν. Τοῦτο δὲ τὸ μυστήριον, φησὶν, οὐχ ὕστερον ἐπεσκέφθη παρὰ Θεῷ, ὅτι μηδὲν ἐπιγενόμενον βούλημα παρ' αὐτῷ, ἀλλὰ αἰώνιον ἅπαν, ἅμα τῷ κτίζειν, καὶ τὴν σωτηρίαν καταβαλλομένῳ. Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς, καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Ἵνα οἱ ἄρχοντες, φησὶ, τοῦ κόσμου, οἱ τὴν σοφίαν ἀγνοήσαντες, τὴν πρὸς ἡμᾶς προορισθεῖσαν, ἐπιγνῶσι νῦν ἐκ τῆς Ἐκκλησίας οἰκοδομουμένης τὸν κτίστην τῆς νέας κτίσεως, πέρας μὲν ἐπιθέντα τῇ προτέρᾳ κτίσει διὰ τοῦ θανάτου, ἀρχὴν δὲ τῆς δευτέρας εἰσαγαγόντος διὰ τῆς ἀναστάσεως. Κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ἐν ᾧ ἔχομεν τὴν παῤῥησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. ∆ιὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν. Ἐξ αἰώνων, φησὶν, ἡ τοῦ Θεοῦ σοφία προέθετο, καὶ προδιατέταχε τὴν ἐν Χριστῷ