1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

53

οὖσαν καὶ περιττήν. «Οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς, ὃς δυνήσεται διακρῖναι ἀναμέσον τοῦ ἀδελφοῦ αὐτοῦ; Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται. Καὶ ταῦτα ἐπὶ ἀπίστων;» «Ἤδη μὲν οὖν ὅλως ἥττημα ἐν ὑμῖν ἐστιν, ὅτι κρῖμα ἔχετε μεθ' ἑαυτῶν. ∆ιὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; ∆ιὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; Ἀλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν;» 95.616 ∆ιπλοῦν τὸ ἔγκλημα, ὅτι καὶ κρίνεται, καὶ ἐπὶ ἀπίστων. «Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὔτε κλέπται.» Ἐνταῦθα αἰνίττεταί τινας λέγοντας ἅπερ καὶ νῦν λέγουσιν οἱ πολλοὶ, ὅτι φιλάνθρωπος ὢν ὁ Θεὸς καὶ ἀγαθὸς, οὐκ ἀπεξέρχεται τοῖς πλημμελήμασι. ∆ιὸ φησὶ, Μὴ πλανᾶσθε. Πλάνης γὰρ ἐσχάτης καὶ ἀπάτης, ἐλπίσαντας χρηστὰ τῶν ἐναντίων τυχεῖν. «Οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν τοῦ Θεοῦ οὐ κληρονομήσουσι. Καὶ ταῦτά τινες ἦτε, ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Καὶ ταῦτα τῶν ἐσχάτων ἁμαρτημάτων ἐστὶν, τὸ τῆς μέθης καὶ τὸ τῆς λοιδορίας. Καὶ γὰρ καὶ ὁ Χριστὸς τὸν καλέσαντα τὸν ἀδελφὸν αὐτοῦ μωρὸν τῇ γεέννῃ παραδέδωκεν· καὶ ὁ τῶν Ἰουδαίων λαὸς μεθυσθεὶς εἰς εἰδωλολατρείαν ἐξέκλινεν. Ἐννοήσατε, φησὶν, τῆς φιλανθρωπίας τὸ μέγεθος. Οὐ γὰρ τῶν ἁμαρτημάτων ἀπήλλαξεν μόνον, ἀλλὰ καὶ ἡγίασεν, καὶ ἐδικαίωσεν. Ταῦτα δὲ εἶπεν, σφόδρα ἐντρέψαι βουλόμενος. «Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει.» Τοὺς λαιμάργους ἐνταῦθα αἰνίττεται. Ἐπειδὴ γὰρ μέλλει ἐπὶ τὸν πεπορνευκότα φέρεσθαι, ἡ δὲ πορνεία ἀπὸ τρυφῆς καὶ λαιμαργίας, τούτου χάριν σφοδρῶς κολάζει τὸ πάθος. Ὅμοιον δὲ ὡς εἰ λέγοι. Ἔξεστι φαγεῖν φησὶν, ἀλλὰ μὴ μετὰ ἀσωτίας. «Πάντα μοι ἔξεστι, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.» ∆ιὰ τούτου δείκνυσιν, ὅτι τὰ ἐν ἐξουσίᾳ ποιεῖν, οὐ μόνον οὐ συμφέρει, ἀλλ' οὐδὲ ἐξουσία ἐστὶν, ἀλλὰ δουλεία· οἷον κύριος εἶ τοῦ φαγεῖν· οὐκοῦν μένε κύριος ὢν, καὶ σκόπει μὴ γένῃ δοῦλος τούτου τοῦ πάθους. Ὁ μὲν γὰρ εἰς δέον αὐτῷ κεχρημένος, αὐτὸς αὐτοῦ κύριός ἐστιν. Ὁ δὲ εἰς ἀμετρίαν ἐξιὼν, οὐκέτι ἐστὶ κύριος, ἀλλὰ δοῦλος αὐτοῦ γίνεται, τῆς ἀδδηφαγίας ἐν αὐτῷ τυραννούσης. Ἴδε πῶς τὸν νομίζοντα ἐξουσίαν ἔχειν, ἔδειξεν ὑπ' ἐξουσίαν ὄντα. Τοῦτο γὰρ ἔθος αὐτῷ ἀεὶ εἰς τὸ ἐναντίον περιτρέπειν ἀντιθέσεις. Σκόπει δέ· ἐκείνων ἕκαστος ἔλεγεν, ἔξεστί μοι τρυφᾷν. Αὐτὸς δὲ φησίν· Οὐχ οὕτως αὐτὸ ποιεῖς ὡς ἐξουσίαν ἔχων αὐτοῦ, ἀλλ' ὡς αὐτὸς ὑποκείμενος τῇ ἐξουσίᾳ ταύτῃ. Οὐ γὰρ ἔχεις ἐξουσίαν τῆς γαστρὸς, ἕως ἂν ἄσωτος εἶ· ἀλλὰ αὕτη σου τὴν ἐξουσίαν ἔχει. Τοῦτο δὲ καὶ ἐπὶ χρημάτων καὶ ἐπὶ τῶν ἄλλων ἔστιν εἰπεῖν. «Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασι.» Κοιλίαν ἐνταῦθα, οὐ τὴν γαστέρα, ἀλλὰ τὴν γαστριμαργίαν φησὶν, ὡς ὅταν λέγῃ· Ὧν ὁ Θεὸς ἡ 95.617 κοιλία, οὐ περὶ μέλους λέγων, ἀλλὰ περὶ τῆς ἀδδηφαγίας. Καὶ ὅτι οὐ σῶμα διαβάλλει, ἄκουε πῶς φησιν· Τὸ δὲ σῶμα, οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· τὰ βρώματα πρὸς τὴν γαστριμαργίαν ἔχει φιλίαν, καὶ αὕτη πρὸς αὐτὰ, καὶ οὐ δύναται ἡμᾶς πρὸς τὸν Χριστὸν ἄγειν, ἀλλὰ πρὸς αὐτὰ ἕλκει. Πάθος γὰρ χαλεπὸν καὶ θηριῶδές ἐστιν, καὶ δουλεύειν ποιεῖ, καὶ ταύτῃ διακονεῖσθαι παρασκευάζει. «Ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ· καὶ ὁ Κύριος τῷ σώματι.» Οὐ τὴν γαστέρα λέγει, ἀλλὰ τὴν ἄμετρον ἐπιθυμίαν, οὐδὲ τὴν τροφὴν, ἀλλὰ τὴν τρυφήν. Οὐ γὰρ διὰ τοῦτο κατεσκευάσθη, ἵνα ἄσωτος ᾖς καὶ πορνεύῃς, ὥσπερ οὐδὲ κοιλία, ἵνα γαστριμαργῇς, ἀλλ' ἵνα τῷ Χριστῷ ἕπηται ὡς κεφαλῇ, καὶ ὁ Κύριος τῷ σώματι ἐπικέηται. Αἰδεσθῶμεν, φρίξωμεν ὅτι, τοῦ ἄνω καθημένου ἀξιωθέντες γενέσθαι μέλη, τοσούτοις κακοῖς καταισχύνομεν ἑαυτούς. «Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρεν, καὶ ἡμᾶς ἐγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.» Κατηγορήσας ἱκανῶς τῶν γαστριμάργων, καὶ τῇ τῶν μελλόντων ἐλπίδι τῆς κακίας ταύτης ἀπάγει. Σκόπει δὲ πῶς ἐπὶ μὲν τοῦ