1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

75

πάλιν· Ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ἐνταῦθα δὲ ἐπειδὴ περὶ σιγῆς ἦν ὁ λόγος, οὐ σφόδρα ἐπιτίθεται, αὐτῷ τούτῳ μᾶλλον αὐτοὺς περισπώμενος. Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσας. Ἐπὶ τὴν προτέραν πάλιν ὑπόθεσιν ἔδραμεν. Ὅρα δὲ πῶς μέχρι τούτου τὴν διαφορὰν ἐφύλαξε, τὸ μὲν σφόδρα ἀναγκαῖον, τὸ δὲ οὐχ οὕτως, τιθείς· διὸ ἐπ' ἐκείνου μὲν, Ζηλοῦτε, ἐπὶ τούτου δὲ, Μὴ κωλύετε. Πάντα δὲ εὐσχημόνως, καὶ κατὰ τάξιν γινέσθω. Ὡς ἐν κεφαλαίῳ τὰ πάντα διορθούμενος, ἐπήγαγε τὸν λόγον.

ΚΕΦΑΛ. ΙΕʹ. Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον ὃ εὐαγγελισάμην ὑμῖν, ὃ καὶ

παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε. Ἀπαρτίσας τὸν τῶν πνευματικῶν λόγον, ἐπὶ τὸν πάντων ἀναγκαιότατον ἔρχεται, τὴν περὶ τῆς ἀναστάσεως ὑπόθεσιν· καὶ γὰρ ἐπὶ τοῦτο σφόδρα ἔκαμνον. Ἐπειδὴ γὰρ ἡ πᾶσα ἡμῶν ἐλπὶς αὕτη, πρὸς τοῦτο σφοδρῶς ἵστατο ὁ διάβολος. Καὶ ποτὲ μὲν ἀνῄρει καθάπαξ αὐτὴν, ποτὲ δὲ ἔλεγεν ἤδη γεγονέναι ὡς ἐπιστέλλοντι Τιμοθέῳ ἔλεγεν, Ὧ ἐστιν Ὑμεναῖος καὶ Φιλητὸς, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι. Ποτὲ πάλιν ἔλεγον, ὅτι τὸ σῶμα οὐκ ἀνίσταται, ἀλλὰ τῆς ψυχῆς ὁ καθαρμός ἐστιν ἡ ἀνάστασις. Πρὸς ταύτας οὖν τὰς δόξας ἀνθιστάμενος, ὅρα πῶς ἀπὸ τῆς ἀρχῆς ἔδειξεν, ὅτι οὐδὲν καινὸν εἰσφέρει, οὐδὲ ξένον. Οὐ γὰρ γνωρίζων τὸ ἤδη γνωρισθὲν, εἶτα εἰς λήθην ἐμπεσὼν, γνωρίζει, πάλιν εἰς μνήμην φέρων. Εὖ δὲ καὶ τὸ Εὐαγγέλιον εἰπεῖν. Τοῦτο γάρ ἐστι τῶν εὐαγγελίων τὸ κεφάλαιον ἡ ἀνάστασις. ∆ι' οὗ καὶ σώζεσθε. Τὸ κέρδος δείκνυσι τοῦ πιστεύειν εἰς τὴν ἀνάστασιν. Τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε· ἐκτός Οὐκ αὐτὸ δεῖσθε μαθεῖν τὸ δόγμα, φησὶν, ἀλλ' ὑπομνησθῆναι μόνον. 95.689 Εἰ μὴ εἰκῆ ἐπιστεύσατε. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον. Ἐπειδὴ εἶπεν, ἐν ᾧ καὶ ἑστήκατε, ἵνα μὴ ῥᾳθυμοτέρους ποιήσῃ, ἐκφοβεῖ πάλιν. Ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ ἁμαρτιῶν ἡμῶν. Οὐκ εἶπεν εὐθέως, ὅτι ἀνάστασίς ἐστι σωμάτων, ἀλλὰ αὐτὸ μὲν τοῦτο κατασκευάζει, ἅμα δὲ καὶ τῆς ἀγάπης αὐτοὺς ὑπομιμνήσκει τῆς πολλῆς, ἧς ἐνεδείξατο ὁ Θεὸς, ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ αὐτῶν. Κατὰ τὰς Γραφάς. Ὁ γὰρ Θεὸς διὰ τοῦ προφήτου φησίν, Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον· καὶ, Ὁ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ, Ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν. Καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς. Πάλιν Ἡσαΐας μαρτυρῶν, ὅτι Ἐκ μέσου ἦρται ἡ ταφὴ αὐτοῦ. Καὶ πάλιν· Κύριος βούλεται καθαρίσαι ἀπὸ τῆς πληγῆς, δεῖξαι αὐτῷ φῶς. Καὶ ὁ ∆αβὶδ, Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, περὶ τοῦ Χριστοῦ. Καὶ ὅτι ὤφθη Κηφᾷ. Τὸν ἀξιόπιστον τῶν ἀποστόλων πρῶτον παράγει μάρτυρα. Ὅρα δὲ πῶς τοὺς προφήτας, καὶ τοὺς ἀποστόλους μαρτυροῦντας ἐπάγει τῷ πράγματι. Εἶτα τοῖς ἕνδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι· τινὲς δὲ καὶ ἐκοιμήθησαν. Μετὰ γὰρ τὴν ἀνάληψιν ὁ Ματθίας κατελέγη, οὐ μετὰ τὴν ἀνάστασιν εὐθέως. Ἔπειτα ὤφθη Ἰακώβῳ, ἔπειτα τοῖς ἀποστόλοις πᾶσιν. Οὐκ εἶπεν, ἀπέθανον, ἀλλ' ἐκοιμήθησαν, καὶ ταύτῃ τῇ λέξει πάλιν βεβαιῶν τὴν ἀνάστασιν. Ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων· ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Χάριτι δὲ Θεοῦ εἰμὶ, ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη· ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα· οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Τοῦτο ταπεινοφροσύνης τὸ ῥῆμά ἐστιν. Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε. Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, Παρ' οὗ, φησὶ, βούλεσθε μαθεῖν, μάθετε. Οὐδὲν διαφέρομεν. Πῶς λέγουσιν ἐν ὑμῖν τινες, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; 95.692 Οἱ προφῆται, φησὶ, τοῦτο προεκήρυξαν, καὶ αὐτὸς ἐδίδαξεν διὰ τῆς ὄψεως,